[323] Galenus de qualitatibus incorporeis 5. Vol. XIX p. 476 K. πρὸς ⟨δʼ⟩ οἷς ἔφην ἀτόποις οὐδ’ ἡνωμένην ἔτι χρὴ λέγειν ὑπάρχειν τὴν οὐσίαν. — — - ἥν τε λέγουσιν οἱ Στωϊκοὶ πρώτην ὕλην καὶ πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἕκαστον πεποιηκέναι τὸν Δία, εἰ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν καὶ αὐτὴ ποιότης ἢ εἶχέ γε ποιότητα; εἴ τε τὰς ἄλλας ποιότητας οὐκ εἶχε, ἀλλὰ δή πάντως ὑπῆρχε βάρος, ὅπερ φασὶν εἶναι σώματος ⟨ἴδιον⟩, πῶς ἁπλῆν ἔτι φασὶ τὴν πρώτην οὐσίαν, ἀλλ’ οὐχὶ σύγκριμα; εἰ δὲ πεπερασμένην εἶναί φασι καὶ πέρασι κεχρημένην, καὶ σχῆμα δῆλον ὡς ἐκέκτητο, ἄτοπον γάρ ἐστιν ἰδίοις περαινόμενον σῶμα πέρασι μὴ μετὰ σχήματος πάντως ὑπάρχειν, εἰ καὶ μὴ συννοοῖτο τοῦτ’ αὐτῷ καθ’ ὑπόθεσιν· ὥστε εἰ περὶ ὕλην ἦν ταῦθ’ ἅπερ ἔφην πάντα, ταῦτα δ’ ἐστί, καθάπερ αὐτοί φασι, σώματα, οὔτε ἄποιος ἦν δηλαδὴ οὔτε ἁπλῆ. — — ταύτῃ δὲ οὐδὲν ἀμιγὲς ἦν κατ’ αὐτούς.
[323a] Galenus de qualitatibus incorporeis 6. Vol. XIX p. 478 K. ὁ μὲν οὖν ἰατρὸς συντιθεὶς ἐκ πολλῶν φαρμάκων ἕτερον φάρμακον, ἰδίαν ποιότητα πάντων ἐχόντων, ποιὸν ἕτερον ἐκ τῆς μίξεως ποιεῖ, τὸν Δία δ’ οὔ φασι μῖξαι τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα, οὐδὲ μηκότητα οὐδὲ τῶν ἄλλων τι συμβεβηκότων. εἰ δὲ μίγνυσιν, ὄντα καὶ αὐτὰ δῆλον ὡς ἀΐδια, ταῦτά [ἐστιν], πῶς ἔτι λέγουσι μόνην τὴν πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον, οὐχὶ δὲ καὶ τὰς ἄλλας ποιότητας καὶ πάντα τὰ συμβαίνοντα. οὐδὲ γὰρ ποιητὴν εἶναί φασι, καθάπερ τινὰ χειροτέχνην, τὸν Δία, ἀλλ’ ὅλον δι' ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι. τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριότητα, εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς ἐροῦσιν, ἐκ σωμάτων δῆλον ὡς ἦν ὁ Ζεὺς συνεστηκὼς καὶ οὐχ ἁπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα. εἰ δὲ ἀνουσίους αὐτὰς — — φύσεις ἐροῦσι, τὸ λεγόμενον ὑφ’ ἡμῶν κρατύνεται τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ τὰς ποιότητας.