Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 313

[313] Plutarchus de comm. not. cp. 48 p. 1085 b. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες, οὐ καθαρὸν οὐδ’ ἁπλοῦν οὐδ’ ἀσύνθετον ἀλλ’ ἐξ ἑτέρου καὶ δι’ ἑτέρου ἀποφαίνουσιν· ἡ δ' ὕλη καθ’ αὑτὴν ἄλογος οὖσα καὶ ἄποιος τὸ ἀπλοῦν ἔχει καὶ τὸ ἀρχοειδές. ὁ θεὸς δέ, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδ’ ἄϋλος, ὡς ἀρῆς μετέσχηκε τῆς ὕλης· εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν· εἰ δ’ ἕτερα, [καὶ] ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα, τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.