Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 3

[3] Ind. Stoic. Herc. col. XL πε)ρὶ τὴ(ν φυλακὴν) τῆς σκη|νῆς ἐκαρτέ(ρ)ει, μένουσα | κατὰ τ(ὴν) ἐξ ἀρχῆς τοῦ | βίου τά(ξιν. Οὔ)τε γὰρ ἀμί|δος ὁπότε σχοίη χρείαν | οὐθένα (ἔ)πασ(χεν) αὑτῷ | (ὑ)ποθεῖ(ν)αι· (πρὸ)ς τε τἀ|ναγκαῖα ἀνι(στά)μενος | (καθ)άπερ ὑγια(ίνων etc.

[3a] Pausanias I 17, 2. Ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθου τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι — — καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς.

[3b] Plut. de Stoic. repugn. cp. 2 p. 1033e. Ἀριστοκρέων γοῦν, ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐνέγραψε τόδε τὸ ἐλεγεῖον. τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.