Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 295

[295] Diogenes Laërt. VII 42. καὶ τὴν ῥητορικὴν αὐτὴν μὲν εἶναι λέγουσι τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς εἶναι συμβουλευτικόν, τὸ δὲ δικανικόν, τὸ δὲ ἐγκωμιαστικόν· εἶναι δ’ αὐτῆς τὴν διαίρεσιν εἴς τε τὴν εὕρεσιν καὶ εἰς τὴν φράσιν καὶ εἰς τὴν τάξιν καὶ εἰς τὴν ὑπόκρισιν, τοῦ δὲ ῥητορικοῦ λόγου εἴς τε τὸ προοίμιον καὶ εἰς τὴν διήγησιν καὶ τὰ πρὸς τοὺς ἀντιδίκους καὶ τὸν ἐπίλογον.