Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 29

[29] Arrianus Epict. dissert. I 17, 15. ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος. ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον· “ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ ῥωμαϊστί.” ποία οὖν ἐνθάδε ὀφρὺς τοῦ ἐξηγουμένου;