[276] Sextus adv. math. VII 416. ἐπὶ γὰρ τοῦ σωρίτου τῆς ἐσχάτης καταληπτικῆς φαντασίας τῇ πρώτῃ ἀκαταλήπτῳ παρακειμένης καὶ δυσδιορίστου σχεδὸν ὑπαρχούσης, φασὶν οἱ περὶ τὸν Χρύσιππον ὅτι ἐφ’ ὧν μὲν φαντασιῶν ὀλίγη τις οὕτως ἔστι διαφορά, στήσεται ὁ σοφὸς καὶ ἡσυχάσει, ἐφ’ ὧν δὲ πλείων προσπίπτει, ἐπὶ τούτων συγκαταθήσεται τῇ ἑτέριᾳ ὡς ἀληθεῖ.