[250] Plutarchus de comm. not. 2 p. 1059e. Τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι δι’ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι· λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας, ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν;