[243] Diocles Magnes apud Diog. Laërt. VII 81. ἐπ’ ἀληθεῖ δὲ ἀληθὲς ἕπεται, κατὰ τοὺς Στωϊκούς, ὡς τῷ “ἡμέρα ἐστί” τὸ “φῶς ἐστι” καὶ ψεύδει ψεῦδος, ὡς τῷ “νύξ ἐστι” ψεύδει τὸ “σκότος ἐστί”, καὶ ψεύδει ἀληθές, ὡς τῷ “ἵπτασθαι τὴν γῆν” τὸ “εἶναι τὴν γῆν”. ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ· τῷ γὰρ “εἶναι τὴν γῆν” τὸ “πέτεσθαι τὴν γῆν” οὐκ ἀκολουθεῖ