Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 228

[228] Alexander in Aristot. Top. p. 24 Ald. p. 42, 20. οὐκ ἄρα αὔταρκες τὸ ἦν (scil. ἐν τῷ τί ἦν εἶναι), ὥς τινες ἡγοῦνται, ὧν δοκεῖ πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοᾶς τινές, ἀλλὰ εὐλόγως τὸ εἶναι πρόσκειται. Idem paulo post: οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενον (ἀνάλυσιν μὲν λέγοντες τὴν ἐξάπλωσιν τοῦ ὁριστοῦ καὶ κεφαλαιωδῶς, ἀπαρτιζόντως δὲ τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν) οὐδὲν ἂν λέγοιεν τὸν ὅρον διαφέρειν τῆς τοῦ ἰδίου ἀποδόσεως etc.