[220] Galenus introductio dialectica 5 p. 12, 3 Kalbfl. ⟨ἐν⟩ ἐνίοις δ' ἀξιώμασιν ἐγχωρεῖ μὲν εἶναι καὶ πλείω καὶ πάντα, μὴ μόνον ἕν, ἀναγκαῖον δ’ ἐστὶ τὸ ἓν ὑπάρχειν· ὀνομάζουσι δ’ ἔνιοι τὰ τοιαῦτα “παραδιεζευγμένα”, τῶν διεζευγμένων ἓν μόνον ἐχόντων ἀληθές, ἄν τ’ ἐκ δυοῖν ἀξιωμάτων ἁπλῶν ἄν τ’ ἐκ πλειόνων συγκέηται.