[206] Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 1299, 36 Diels. ἐκ δὴ τούτων τῶν λόγων, φησὶν ὁ Ἀλέξανδρος, δυνατὸν ὁρμώμενον δεικνύναι τὰ παρὰ τοῖς Στωϊκοῖς ἀξιώματα, ἃ μεταπίπτοντά τινες λέγουσιν ἀπεριγράφως, μὴ ὄντα τοιαῦτα· ἔστι δὲ ταῦτα τοιαῦτα· “εἰ ζῇ Δίων, ζήσεται Δίων”. τοῦτο γὰρ εἰ καὶ ἀληθές ἐστι νῦν, ἀρχόμενον ἀπὸ ἀληθοῦς τοῦ “ζῇ Δίων” καὶ λῆγον εἰς ἀληθὲς τὸ “ζήσεται”, ἀλλ’ ἔσται ποτέ, ὅτε τῆς προσλήψεως ἀληθοῦς οὔσης τῆς “ἀλλὰ μὴν ζῇ Δίων” μεταπεσεῖται τὸ συνημμένον εἰς ψεῦδος τῷ ἔσεσθαί ποτε, ὅτε ἀληθοῦς ὄντος ἔτι τοῦ “ζῇ Δίων” οὐκ ἔσται ἀληθὲς τὸ “καὶ ζήσεται”, οὗ μὴ ὄντος ἀληθοῦς τὸ ὅλον συνημμένον γίνοιτο ἂν ψεῦδος μεταπῖπτον· οὐ γὰρ ἀεί, ὅτε τὸ “ζῇ” ἀληθές, καὶ τὸ “ζήσεται”, ἐπεὶ οὕτως ἀθάνατος ἂν εἴη ὁ Δίων. οὐ μὴν ἔσται ὁρίσαντας εἰπεῖν, πότε· οὐκ ἀληθὲς ἔσται ζῶντος αὐτοῦ τὸ “ζήσεται”. διὸ καὶ ἐν ἀπεριγράφῳ καὶ ἀορίστῳ χρόνῳ λέγουσι γίνεσθαι τὴν τῶν τοιούτων ἀξιωμάτων μετάπτωσιν.
[206a] Dionysius Halicarn. de compos. verb. p. 31. Re. Ἔγωγ’ οὖν ὅτε διέγνων συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς, καὶ μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ λεκτικοῦ τόπου πεποιημένους. δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῆ δ’ οὐδὲν ὑπ’ οὐδενὸς εὑρὼν τῶν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτ’ ἔλαττον συναχθὲν εἰς ἣν ἐγὼ προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττάς, ἐπιγραφὴν ἐχούσας “Περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν” οὐ ῥητορικὴν θεωρίαν ἐχούσας, ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βίβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως, ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων, ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ ἀμφιβόλων καὶ ἄλλων τινῶν τοιουτοτρόπων, οὐδεμίαν οὔτε χρείαν οὔτ’ ὠφέλειαν τοῖς πολιτικοῖς λόγοις συμβαλλομένων, εἰς γοῦν ἡδονὴν ἢ κάλλος ἑρμηνείας, ὧν δεῖ στοχάζεσθαι τὴν σύνθεσιν· ταύτης μὲν τῆς πραγματείας ἀπέστην.
Huc pertinent ex libris Chrysippi:
Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων αʹ.
Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην βʹ.
Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην αʹ.
Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην δʹ.
Πρὸς τὸ περὶ ἀκολούθων αʹ.