Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 202

[202] Plutarchus de Stoic. repugn. c. 46 p. 1055 d. Ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἰμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται, κατὰ Διόδωρον, “ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι δυνατόν ἐστιν” ἔσται δυνατὰ πολλὰ τῶν μὴ καθ’ εἱμαρμένην. ⟨Ἢ ἄρα τὴν⟩ ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων ἡ εἱμαρμένη δύναμιν ἀπόλλυσιν ἢ ταύτης οἵαν ἀξιοῖ Χρύσιππος οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται etc.

[202a] Alexander Aphrod. comm. in Aristot. Analyt. pr. p. 177, 25 Wallies. Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑπ’ Ἀριστοτέλους εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ ὑγιῶς συγκειμένων δεικνύναι τοῦτο μὴ οὕτως ἔχον. φησὶ γὰρ ἐν τῷ συνημμένῳ τῷ “εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος” δεικνυμένου τοῦ Δίωνος ἀληθεῖ ὄντι τὸ μὲν ἡγούμενον ⟨τὸ⟩ “τέθνηκε Δίων” δυνατὸν εἶναι τῷ δύνασθαί ποτε ἀληθὲς γενέσθαι τὸ τεθνηκέναι Δίωνα, τὸ δὲ “τέθνηκεν οὕτος” ἀδύνατον· ἀποθανόντος γὰρ Δίωνος φθείρεσθαι τὸ ἀξίωμα τὸ “οὗτος τέθνηκε” μηκέτ’ ὄντος τοῦ τὴν δεῖξιν ἀναδεχομένου· ἐπὶ γὰρ ζῶντος καὶ κατὰ ζῶντος ἡ δεῖξις. εἰ οὖν μή⟨τε⟩ τεθνεῶτος αὐτοῦ ἔτι τὸ “οὗτος” οἷόντε, μήτε πάλιν ὑφίσταται ὁ Δίων, ὡς δύνασθαι ἐπ’ αὐτοῦ ῥηθῆναι τὸ “τέθνηκεν οὗτος”, ἀδύνατον τὸ “τέθνηκεν οὗτος”. ἦν γὰρ ἂν οὐκ ἀδύνατον, εἰ ὕστερόν ποτε ἐδύνατο μετὰ τὸν θάνατον τὸν Δίωνος, ἐφ’ οὗ τὸ πρότερον ἐν τῷ συνημμένῳ, ὅτε ἔζη ὁ Δίων, κατηγορεῖτο τὸ “τέθνηκεν οὗτος”, κατηγορηθῆναι πάλιν τὸ “οὗτος”. ἐπεὶ δὲ μὴ οἷόντε τοῦτο, ἀδύνατον ἂν εἴη τὸ “τέθνηκεν οὗτος”. ὅμοιον τούτῳ παρατίθεται καὶ τὸ “εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα” δεικνυμένης τῆς ἡμέρας· καὶ γὰρ ἐν τούτῳ τῷ συνημμένῳ ἀληθεῖ ὄντι, ὡς οἴεται, δυνατῷ ὄντι τῷ ἡγουμένῳ ἀδύνατον τὸ ἑπόμενον.

Cf. [Ammonius] in Aristot. Analyt. pr. (Comm. graec. Vol. IV, 6) p. 50, 13 Wal. - Philoponus ad Anal. pr. f. 42 b notabilia sunt verba: τὸ γὰρ “τοῦτο”, δεικτικὸν ὑπάρχον, ὄν τι πρᾶγμα σημαίνει, τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ ὂν ἀδύνατον μὴ εἶναι. τὸ ἄρα “τεθνάναι τοῦτον” ἀδύνατον.

[202b] Proclus in Plat. Parmen. Vol. IV p. 103 ed. Cousin. εἰ δέ τις τοσούτων εἰς ἐξέτασιν προκειμένων εἰς τὴν Στωϊκὴν τερθρείαν ἀπάγοι τὸν λόγον, ζητῶν εἰ δυνατῷ ἀδύνατον ἀκολουθεῖ τὸ “εἰ τέθνηκε Δίων” εἰς μέσον φέρων· εἰ οὖν τις καὶ τῶν τοιούτων ἀπόρων ἐθέλοι ποιεῖσθαι μνήμην, ἱκανῶς ὑπὸ τῶν Περιπατητικῶν ἐξητασμένων, ῥᾷδιον ἀπαντάν.