[176] Simplicius in Aristot. categ. f. 102 Δ ed. Bas. οἱ γοῦν Στωϊκοὶ μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. Bekkeri Anecd. gr. p. 484. μηδὲ τὸ πρὸς τῶν Στωϊκῶν λεγόμενον παραλείπωμεν, παρ’ οἷς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου· καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ τὸ αὐτὸ παραληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται· “ἡμέρα ἐστὶν ἢ νὺξ ἐστί” ἢ “φθέγγομαι ἢ σιγῶ” καὶ ἔτι τὰ τούτοις ὅμοια. ἀντικείμενον δὲ τὸ πλεονάζον ἀποφάσει etc.