Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 148

[148] Galenus de Hipp. et Plat. plac. VIII 3 (232. 673 M.). τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζει σμικρῶν εἶναι σωμάτων, τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρός (sc. Plato), ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ τῆς φωνῆς στοιχεῖα γεννᾶν πρῶτον μὲν τὰς συλλαβάς, εἶτα ἐξ αὐτῶν γεννᾶσθαι τό τε ὄνομα καὶ τὸ ῥῆμα καὶ τὴν πρόθεσιν ἄρθρον τε καὶ σύνδεσμον, ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα.