Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 132

[132] Sextus adv. math. VII 38. τὴν δὲ ἀλήθειαν οἴονταί τινες καὶ μάλιστα οἱ ἀπὸ τῆς Στοᾶς διαφέρειν τἀληθοῦς κατὰ τρεῖς τρόπους, οὐσίᾳ τε καὶ συστάσει καὶ δυνάμει· οὐσίᾳ μὲν παρόσον ἡ μὲν ἀλήθεια σῶμά ἐστι, τὸ δὲ ἀληθὲς ἀσώματον ὑπῆρχεν. καὶ εἰκότως, φασίν, τουτὶ μὲν γὰρ ἀξίωμά ἐστι· τὸ δὲ ἀξίωμα λεκτόν· τὸ δὲ λεκτὸν ἀσώματον. ἀνάπαλιν δὲ ἡ ἀλήθεια σῶμά ἐστι παρόσον ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντικὴ δοκεῖ τυγχάνειν, πᾶσα δὲ ἐπιστήμη πῶς ἔχον ἐστὶν ἡγεμονικόν, ὥσπερ καὶ ἡ πῶς ἔχουσα χεὶρ πυγμὴ νοεῖται· τὸ δὲ ἡγεμονικὸν σῶμα κατὰ τούτους ὑπῆρχεν· τοίνυν καὶ ἡ ἀλήθεια κατὰ γένος ἔσται σωματική. - συστάσει δὲ καθόσον τὸ μὲν ἀληθὲς ὡς μονοειδές τι καὶ ἁπλοῦν τὴν φύσιν νενόηται — — ἡ δὲ ἀλήθεια ὡς ἂν ἐπιστήμη καθεσηκυῖα τοὐναντίον συστηματική τε καὶ πλειόνων ἄθροισμα τυγχάνειν ὑπείληπται. — — 42. δυνάμει δὲ ταῦτα ἀλλήλων κεχώρισται, ἐπεὶ τὸ μὲν ἀληθὲς οὐ πάντως ἐπιστήμης εἴχετο (καὶ γὰρ ὁ φαῦλος καὶ ὁ νήπιος καὶ ὁ μεμηνὼς λέγει μὲν ποτέ τι ἀληθές, οὐκ ἔχει δὲ ἐπιστήμην ἀληθοῦς) ἡ δὲ ἀλήθεια κατ’ ἐπιστήμην θεωρεῖται. ὅθεν καὶ ὁ ἔχων ταύτην σοφός ἐστιν (ἐπιστήμην γὰρ εἶχεν ἀληθῶν) καὶ οὔποτε ψεύδεται, κἂν ψεῦδος λέγῃ, διὰ τὸ μὴ ἀπὸ κακῆς, ἀλλ' ἀπὸ ἀστείας αὐτὸ διαθέσεως προφέρεσθαι. - 44. ὧδε καὶ ὁ σοφός, τουτέστιν ὁ τὴν τοῦ ἀληθοῦς ἐπιστήμην ἔχων, ἐρεῖ μέν ποτε ψεῦδος, ψεύσεται δὲ οὐδέποτε διὰ τὸ μὴ ἔχειν τὴν γνώμην ψεύδει συγκατατιθεμένην. - 45. τὸ ψεῦδος λέγειν τοῦ ψεύδεσθαι κατὰ πολὺ διενήνοχεν, ᾗ τὸ μὲν ἀπὸ ἀστείας γίνεται γνώμης, τὸ δὲ ψεύδεσθαι ἀπὸ πονηρᾶς.