Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 1175

[1175] Plutarchus de Stoic. repugn. cp. 15 p. 1040c. Καὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος· Τοῖσιν δ’ οὐρανόθεν μέγ’ ἐπήλασε πῆμα Κρονίων, λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀφοφθινύθουσι δὲ λαοί· (Hesiod. Op. et D. 242) “ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν.”