Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 1168

[1168] Plutarchus de comm. not. cp. 34 p. 1076c. Οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς (Kock III fr. 724) ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν τὰ λίαν ἀγαθά δυσκολαίνουσι· τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν· αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν. οὐ γὰρ ἥ γ’ ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς παρέσχηκεν· ἄποιος γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος ἔσχε. κινεῖ δ’ αὐτὴν ὁ λόγος ἐνυπάρχων καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν.