[1123] Clemens Al. Paed. c. 3 p. 102 Pott. ὁ ἄνθρωπος ἄρα ὃν πεποίηκεν ὁ θεὸς δι’ αὑτὸ αἱρετόν ἐστιν· τὸ δὲ δι’ αὑτὸ αἱρετὸν οἰκεῖόν ἐστιν ὅτῳπερ ἂν ᾖ δι’ αὑτὸ αἱρετόν· τοῦτο δὲ καὶ ἀσμενιστὸν καὶ φιλητόν· ἀλλ’ οὐχὶ φιλητὸν μὲν τί ἐστιν, οὐχὶ δὲ καὶ φιλεῖται ὑπ’ αὐτοῦ. φιλητὸς δὲ ὁ ἄνθρωπος ἀποδέδεικται· φιλεῖται ἄρα πρὸς τοῦ θεοῦ ὁ ἄνθρωπος.