[1100] Scholia in Aratum v. 1. μετέβη ἐπὶ τὸν κατ’ ἐπωνυμίαν Δία, τὸν φυσικόν, ὅς ἐστιν ἀήρ. καὶ γὰρ τὸν ἀέρα Δία λέγουσιν· οὗτος γάρ ἐστι κατὰ τοὺς Στωϊκοὺς ὁ διὰ πάντων διήκων. ἔνιοι γοῦν φασὶ τὸν Πρωτέα τοῦτον εἶναι τὸν ἀέρα. αἰνίττεται γὰρ καὶ Ὅμηρος λέγων “γίγνετο δ’ ὑγρὸν ὕδωρ, καὶ δένδρον ὑψιπέτηλον καὶ πῦρ.” οὗτος γάρ ἐστι πηγὴ πάντων.