[1087] Scholia Hesiod. Theog. v. 459. νομίζεται δὲ παῖς Οὐρανοῦ καὶ Γῆς (scil. ὁ Κρόνος) ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἄστρων ὁ χρόνος γίνεται. διὰ γὰρ τούτων καὶ ἡμερονύκτιον καὶ μῆνα καὶ καιρὸν διορίζομεν. καταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται, τῷ χρόνῳ πάλιν συνδιαφθείρεται. Cf. Cornutus c. 6 (de Crono) καὶ ὁ χρόνος δὲ τοιοῦτόν τί ἐστι· δαπανᾶται γὰρ ὑπ’ αὐτοῦ τὰ γινόμενα ἐν αὐτῷ.