Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 1085

[1085] Scholia Hesiod. Theogon. v. 135. Ῥεία ἡ ἐξ ὄμβρων χύσις ἐστί, κατὰ δὲ τὸν Χρύσιππον ἡ γῆ Ῥέα ἡ φθαρτική, ὅτι εἰς αὐτὴν ἀναλυόμεθα καὶ ὅτι πάντες τῶν ἐν αὐτῇ διαῤῥέουσι. Θέμιν γὰρ τὴν θέσιν τοῦ παντὸς τὴν ἀμετάθετον, Μνημοσύνην δὲ τὴν ἐπιμονὴν τῆς διαπλάσεως τῶν ζῴων. Ibid. v. 136. Φοίβην· τὸ καθαρὸν τοῦ ἀέρος, διὰ τοῦτο καὶ χρυσοστέφανον· καθαρὸς γὰρ ὁ χρυσός. Τηθύν τ’ ἐρατεινήν· τὴν τροφὸν ἢ τὴν πλευστὴν θάλασσαν, τὴν διὰ κέρδος τρέφουσαν.