[1056] Galenus de qualitatibus incorporeis 6. Vol. XIX p. 479 K. εἰ δὲ μεταποιήσας αὑτὸν ὁ Ζεὺς ἰσαρίθμως οἷς ἔφην συμβεβηκόσι τροπὰς ἔχει ποιοτήτων μυρίας, χείρων ἐστὶ τοῦ μυθολογουμένου Πρωτέως· ὁ μὲν γὰρ εἰς ὀλίγας φύσεις αὑτὸν μετεποίει καὶ μετεμόρφου, καὶ ταύτας οὐκ ἀπρεπεῖς (Od. δ 456-58) ⟨ὃς⟩ ῥ’ ἤτοι πρώτιστα λέων γένετ’ ἠϋγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς, γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον, ὁ δὲ οὐκ ἔστιν ὅ, τι μὴ καὶ τῶν αἰσχίστων γίγνεται — — -. εἰ δ’ αὑτὸν μὲν οὔποτε, τὴν ⟨δʼ⟩ ὕλην μεταλλάττει καὶ σχηματίζει καὶ ποιοῖ, ζητῶ πῶς ἐστιν οἷός τε ταῦτα ποιεῖν.