[1048] Alexander Aphrod. de mixtione p. 226, 24 Bruns. πῶς δ’ οὐκ ἀνάξια τῆς θείας προλήψεως τό τε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν ὕλης κεχωρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ ὁποία ποτ’ ἂν ᾖ, καὶ τὸ προηγούμενον ἔχειν ἔργον τὸ ἀεί τι γεννᾶν τε καὶ διαπλάσσειν τῶν ἐξ αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκων τε καὶ ἐμπίδων, ἀτεχνῶς ὥσπερ κοροπλάθον τινὰ τῷ πηλῷ σχολάζοντα καὶ πᾶν τὸ δυνάμενον ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα.