Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 104

[104] Plutarchus apud Olympiodorum in Plat. Phaedon. p. 125, 7 ed. Finckh. Ὅτι ἄπορον ὄντως εἰ οἷόντε ζητεῖν καὶ εὑρίσκειν, ὡς ἐν Μένωνι (p. 80E) προβέβληται· οὔτε γὰρ ἃ ἴσμεν· μάταιον γάρ· οὔτε ἃ μὴ ἴσμεν· κἂν γὰρ περιπέσωμεν αὐτοῖς, ἀγνοοῦμεν, ὡς τοῖς τυχοῦσιν. — — οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὰς φυσικὰς ἐννοίας αἰτιῶνται· εἰ μὲν δὴ δυνάμει, τὸ αὐτὸ ἐροῦμεν· εἰ δὲ ἐνεργείᾳ, διὰ τί ζητοῦμεν ἃ ἴσμεν; εἰ δὲ ἀπὸ τούτων ἄλλα ἀγνοούμενα. πῶς ἅπερ οὐκ ἴσμεν.