[1020] Sextus adv. math. IX 77. καὶ ἔτι τὸ γεννητικὸν λογικοῦ καὶ φρονίμου πάντως καὶ αὐτὸ λογικόν ἐστι καὶ φρόνιμον. ἡ δέ γε προειρημένη δύναμις (scil. ἡ τὴν τῶν ὄντων οὐσίαν κινοῦσα καὶ σχηματίζουσα) ἀνθρώπους πέφυκε κατασκευάζειν· λογικὴ τοίνυν καὶ φρονίμη γενήσεται, ὅπερ ἦν θείας φύσεως. εἰσὶν ἄρα θεοὶ.