[1018] Sextus adv. math. IX 132. πρός τούτοις εἰ μὴ εἰσὶ θεοί, οὐδὲ μαντικὴ ὑπάρχει, ἐπιστήμη οὖσα θεωρητικὴ καὶ ἐξηγητικὴ τῶν ὑπὸ θεῶν ἀνθρώποις διδομένων σημείων, οὐδὲ μὴν θεοληπτικὴ καὶ ἀστρομαντική, οὐ λογική, οὐχ ἡ δι’ ὀνείρων πρόῤῥησις. ἄτοπον δέ γε τοσοῦτο πλῆθος πραγμάτων ἀναιρεῖν πεπιστευμένων ἤδη παρὰ πᾶσιν ἀνθρώποις· εἰσὶν ἄρα θεοί.