Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 101

[101] Plutarchus quomodo adol. poët. aud. debeat p. 31E. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκουειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι· κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ καὶ τὸ 'Ζεῦ πάτερ Ἴδηθεν μεδέων’ (Γ 320) 'Ζεῦ ἄνα Δωδωναῖε’ (Π 233) κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ’ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρυόπα Κρονίδην’ εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου.