Fragmenta ad explicationem carminum Homericorum
[769] [1] Ζώϊλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσι φασί πληθυντικόν· ἀγνοοῦσι δὲ etc.
[770] [2] ὅς ῥα παρὰ Κρονίωνι· ὅτι ἐντ̣εῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς ([3]) Ὅμηρος δέ, ὡς Στωϊκός, Ποσειδῶνος αὐτὸν εἶναί φησι.
[771] [4] ἀμβωμοῖσι· Χρύσιππος ὑφ’ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου etc.
Etymol. Magn. s. v. ἀμβωμοῖσιν· ἀντὶ τοῦ περὶ τοῖς βωμοῖς. Χρύσιππος ὑφ’ ἓν προφέρει, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου.
[772] [5] Χρύσιππος δὲ ὥσπερ εἴ τις, φησί, περὶ τριῶν ἡμερῶν διαλεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπολείπεσθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕτως καὶ τὸν Ὀδυσσέα εἰ καὶ πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν τὴν τρίτην φάναι καταλείπεσθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ἕν τι λαμβάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ’ ἀριθμεῖσθαί γε τρίτην, τῷ τάξιν τῶν ἡμερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον παρὰ πόδα γενόμενον ἔτι τυγχάνειν τῆς ὅλης προσηγορίας.
[773] [6] Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θρᾴξ δασύνουσι τὸ “αὐΐαχοι” ἵν’ ᾖ ξηρόφωνοι.
[774] [7] ἀμφὶ ἓ γιγνώσκων· - - Χρύσιππος δὲ ψιλοῦν τὸ ε̄ ὡς περισσεῦον, καί φησιν “ἀμφιγνοῶν ἀντὶ τοῦ ἀντιβάλλων.”
[775] [8] μέσσα· Χρύσιππος ῥῦμα γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι.
[776] [9] περίκηλα· Ἀρίσταρχος ὥσπρ ξηρὰ ἐκδεχόμενος, τὰ περικεκαυμένα ὑπὸ ἡλίου. Χρύσιππος δὲ διῄρει, περὶ κῆλα, περισσῶς ξηρά.
[777] [10] καὶ Χρύσιππος γράψει Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ ἀνδρῶν ὄμματα θέλγει - - Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας ὡς Ὅμηρος “ὅτε μνησαίατο κοίτου” οὐχ ὅτι ὀνειρόπομπος ἦν ἀλλ’ ὅτι ὕπνου ἡδέος αἴτιος. Cf. Etymol. Gud. s. v. ἐπικυνεῖν et ἐπισκύνειν.
[1]: Scholia in Homeri Iliadem Α 129.
[2]: Scholia in Homeri Iliad. Α 405.
[3]: l. Il. Ε 906
[4]: Scholia in Hom. Iliad. Θ 441.
[5]: Scholia ad Hom. Iliad. Κ 252.
[6]: Scholia in Hom. Iliad. Ν. v. 41.
[7]: Scholia in Hom. Iliad. Ο. v. 241.
[8]: Scholia in Hom. Iliad. Χ 212.
[9]: Scholia in Hom. Odyss. Ε. 240.
[10]: Etymol. Magn. s. v. ἐπικυνεῖν (p. 361, 13 Gaisf.).