Pular para o conteúdo

τίς ὁ σωζόμενος πλούσιος

Clement of Alexandria · Capítulo 24

Capítulo 24

[24] Δύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλ’ ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ’ αὐτῶν καὶ ἀνατρεπόμενον; ἄφες, ῥῖψον, μίσησον, ἀπόταξαι, φύγε· “κἂν ὁ δεξιός σου ὀφθαλμὸς σκανδαλίζῃ σε, ταχέως ἔκκοψον αὐτόν·” αἱρετώτερον ἑτεροφθάλμῳ βασιλεία θεοῦ ἢ ὁλοκλήρῳ τὸ πῦρ· κἂν χεὶρ κἂν ποὺς κἂν ἡ ψυχή, μίσησον αὐτήν· ἂν γὰρ ἐνταῦθα ἀπόληται ὑπὲρ Χριστοῦ, ⟨ἐκεῖ σωθήσεται⟩[72].