Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 3

Capítulo 3

[7.3.13] »Τὰ δ᾿ ἄλλα σιγῶ«, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς. τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτείαν. καθ᾿ ἃς αἱ μακάριαι θεῶν οἰκήσεις διωρισμέναι διακεκλήρωνται, ἁγίας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἑστιωμένας θέαν. ἀιδίως ἀίδιον εὐφροσύνην [ἀκόρεστον] καρπουμένας εἰς τοὺς ἀτελευτήτους αἰῶνας, ταυτότητι τῆς ὑπεροχῆς ἁπάσας τετιμημένας διαμένειν. αὕτη τῶν »καθαρῶν τῇ καρ δίᾳ« ἡ καταληπτικὴ θεωρία. αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά τε τὴν διδασκαλίαν κατά τε τὴν δι᾿ ἔργων εὐποιίαν. ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα »ἀπερισπάστως« προσομιλῶν τε καὶ συνὼν τῷ κυρίῳ. ἡμερότης δ᾿. οἶμαι, καὶ φιλανθρωπία καὶ μεγαλοπρεπὴς θεοσέβεια γνωστικῆς ἐξομοιώσεως κανόνες.

[7.3.14] ταύτας φημὶ τὰς ἀρετὰς »θυσίαν δεκτὴν« εἶναι παρὰ θεῷ. τὴν ἄτυφον καρδίαν μετ᾿ ἐπιστήμης ὀρθῆς »ὁλοκάρπωμα τοῦ θεοῦ« λεγούσης τῆς γραφῆς. ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου· σφᾶς γὰρ αὐτοὺς αἰχμαλωτίζειν καὶ ἑαυτοὺς ἀναιρεῖν »τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὰς ἐπιθυμίας φθειρόμενον« ἀποκτιννύντας καὶ »τὸν καινὸν« ἀνιστάντας ἐκ τοῦ θανάτου τῆς παλαιᾶς διαστροφῆς τό τε εὐαγγέλιον ὅ τε ἀπόστολος κελεύουσι, τὰ μὲν πάθη ἀποτιθεμένους, ἀναμαρτήτους δὲ γινομένους. τοῦτ᾿ ἦν ἄρα ὃ ᾐνίσσετο καὶ ὁ νόμος τὸν ἁμαρτωλὸν ἀναιρεῖσθαι κελεύων. τὸ μετατίθεσθαι ἐκ θανάτου εἰς ζωήν, τὴν ἐκ πίστεως ἀπάθειαν. ὃ μὴ συνιέντες οἱ νομοδιδάσκαλοι, φιλόνικον ἐκδεξάμενοι τὸν νόμον, ἀφορμὰς τοῖς μάτην διαβάλλειν ἐπιχειροῦσι παρεσχήκασι. δι᾿ ἣν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ᾿ ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς. μόνῃ γὰρ τῇ ἡμετέρᾳ σωτηρίᾳ ὁ θεὸς ἥδεται. εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν. κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων. μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ φθάνει.

[7.3.15] οὔτ᾿ οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖον. πλῆρες ὂν καὶ πάντα παρέχον παντὶ τῷ γενητῷ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ᾿ αὖ δόξῃ καὶ τιμῇ κηλεῖται [τὸ θεῖον] ἢ παράγεται τοιούτοις τισίν, ἀλλ᾿ ὅμοιον τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσι φαίνεται, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδῷεν ἢ φόβου ἕνεκεν ἀπειλουμένου ἢ δώρων ὑποσχέσει μειζόνων. ὅσοι δ᾿ οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις πρὸς τῆς ἀπαιδεύτου ἀδικίας. οὐ νομίζουσιν εἶναι θεόν. ἴσοι τούτοις κατὰ τὴν δόξαν οἵ. τῇ τῶν ἡδονῶν ἀκρασίᾳ καὶ ταῖς ἐξαισίοις λύπαις καὶ ταῖς ἀβουλήτοις τύχαις περιπίπτοντες καὶ πρὸς τὰς συμφορὰς ἀπαυδῶντες, οὔ φασιν εἶναι θεόν, ἢ ὄντα μὴ εἶναι πανεπίσκοπον. ἄλλοι δέ εἰσιν οἳ πεπεισμένοι παραιτητοὺς εἶναι θυσίαις καὶ δώροις τοὺς νομιζομένους θεούς. συναιρομένους ὡς εἰπεῖν αὐτῶν ταῖς ἀκολασίαις. καὶ οὐδ᾿ ἐθέλουσι πιστεύειν μόνον εἶναι τὸν ὄντως θεὸν τὸν ἐν ταυτότητι τῆς δικαίας ἀγαθωσύνης ὄντα.

[7.3.16] Εὐσεβὴς ἄρα ὁ γνωστικός, ὁ πρῶτον ἑαυτοῦ ἐπιμελόμενος. ἔπειτα τῶν πλησίον. ἵν᾿ ὡς ἄριστοι γενώμεθα· καὶ γὰρ ὁ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτὸν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος. καὶ ἄρχοντι ὁ ἀρχόμενος· ὅτι τὸ πιστεύειν τε καὶ πείθεσθαι ἐφ᾿ ἡμῖν· κακῶν δὲ αἰτίαν καὶ ὕλης ἄν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς ἀβουλήτους τῆς ἀγνοίας ὁρμὰς τάς τε ἀλόγους δι᾿ ἀμαθίαν ἀνάγκας· ⟨ὧν⟩ ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος. τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν ἀνθρώπων κατὰ δύναμιν· κἂν εἰς ἀρχὴν καταστῇ ποτε, καθάπερ ὁ Μωσῆς, ἐπὶ σωτηρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἄπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀρίστων, κολάσει δὲ τῶν μοχθηρῶν. τῇ κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένῃ. μάλιστα γὰρ “ ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς” ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων. βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν σωτήρ. οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ. ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ᾿ εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι᾿ ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν ⟨τύπον⟩ γινόμενον ἡμῖν. περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.

[7.3.17] Ἄρχων οὖν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ, βεβαίαν κατάληψιν τῆς θείας ἐπιστήμης κεκτημένος, τῇ ἀληθείᾳ γνησίως πρόσεισιν. ἡ γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βεβαία δεόντως ἂν λέγοιτο ἐπιστήμη. ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν τί μὲν τὸ πρῶτον αἴτιον. τί δέ. δι᾿ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδέν·« τίνα τε αὖ τὰ μὲν ὡς διήκοντα, τὰ δὲ ὡς περιέχοντα, καὶ τίνα μὲν συνημμένα, τίνα δὲ διεζευγμένα, καὶ τίνα τούτων ἕκαστον ἔχει τὴν τάξιν καὶ ἣν δύναμιν καὶ ἣν λειτουργίαν εἰσφέρεται ἕκαστον. ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτός ἐστιν ὁ ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστίν, πῶς τε αὖ ποιεῖν ἢ πάσχειν προσήκει, τίνες τε ἀρεταὶ τούτου καὶ κακίαι τίνες, περί τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μέσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης. ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνῃ εἰς τὴν τῆς σοφίας κατακέχρηται κτῆσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικὰ ὑπομένειν μόνον, ἀλλὰ κἀν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὀργῆς ⟨κρατεῖν⟩ καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας ἢ μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς ἀντιτάσσεσθαι. οὐ γὰρ ὑπομένειν δεῖ τὰς κακίας καὶ τὰ κακά. ἀλλ᾿ ἀπωθεῖσθαι, καὶ τὰ φοβερὰ ὑπομένειν. χρήσιμος οὖν καὶ ἡ ἀλγηδὼν εὑρίσκεται κατά τε τὴν ἰατρικὴν καὶ παιδευτικὴν καὶ κολαστικήν, καὶ διὰ ταύτης ἤθη διορθοῦνται εἰς ὠφέλειαν ἀνθρώπων.

[7.3.18] εἴδη δὲ τῆς ἀνδρείας καρτερία, μεγαλοφροσύνη, μεγαλοψυχία, ἐλευθεριότης καὶ μεγαλοπρέπεια. [καὶ] δι᾿ ἣν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται ὁ γνωστικὸς οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἔν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικῶν γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις· σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων ⟨καλῶν⟩ ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει ⟨πάντα⟩ πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ. δικαιοσύνης γὰρ αὐτοῦ πρῶτον ἔργον τὸ μετὰ τῶν ὁμοφύλων φιλεῖν διάγειν καὶ συνεῖναι τούτοις ἔν τε γῇ καὶ οὐρανῷ.

[7.3.19] ταύτῃ καὶ μεταδοτικὸς οὗν (??)ν ᾖ κεκτημένος φιλάνθρωπός τε, μισοπονηρότατος ὢν κατὰ τὴν τελείαν ἀποστροφὴν κακουργίας ἁπάσης. μαθεῖν ἄρα δεῖ πιστὸν εἶναι καὶ ἑαυτῷ καὶ τοῖς πέλας καὶ ταῖς ἐντολαῖς ὑπήκοον. οὗτος γάρ ἐστιν »ὁ θεράπων τοῦ θεοῦ« ὁ ἑκὼν ταῖς ἐντολαῖς ὑπαγόμενος. ὁ δὲ ἤδη μὴ διὰ τὰς ἐντολάς. δι᾿ αὐτὴν δὲ τὴν γνῶσιν »καθαρὸς τῇ καρδίᾳ«, »φίλος« οὗτος »τοῦ θεοῦ«. οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες. οὔτε γενομένοις. ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν. φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ᾿ ἂν ἦν ἔθ᾿ ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ [τῆς] τῶν συμβάντων καὶ ⟨τῆς⟩ ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)· οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίνεται· ἀλλ᾿ οὐδ᾿ ἐκ παιδείας τῆς ἐγκυκλίου· ἀγαπητὸν γὰρ εἰ παρασκευάσαι μόνον τὴν ψυχὴν καὶ διακονῆσαι δύναιτο. οἱ νόμοι γὰρ οἱ πολιτικοὶ μοχθηρὰς ἴσως πράξεις ἐπισχεῖν οἷοί τε,

[7.3.20] ἀλλ᾿ οὐδὲ ⟨αὐτοὶ οὐδὲ⟩ οἱ λόγοι οἱ πειστικοὶ ἐπιπόλαιοι ὄντες ἐπιστημονικὴν τῆς ἀληθείας διαμονὴν παράσχοιεν ἄν. φιλοσοφία δὲ ἡ Ἑλληνικὴ οἷον προκαθαίρει καὶ προεθίζει τὴν ψυχὴν εἰς παραδοχὴν πίστεως, ἐφ᾿ ᾗ τὴν γνῶσιν ἐποικοδομεῖ ἡ ἀλήθεια.

Οὗτός ἐστιν, οὗτος ὁ ἀθλητὴς ἀληθῶς ὁ ἐν τῷ μεγάλῳ σταδίῳ. τῷ καλῷ κόσμῳ, τὴν ἀληθινὴν νίκην κατὰ πάντων στεφανούμενος τῶν παθῶν. ὅ τε γὰρ ἀγωνοθέτης ὁ παντοκράτωρ θεός, ὅ τε βραβευτὴς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, θεαταὶ δὲ ἄγγελοι καὶ θεοί. καὶ τὸ παγκράτιον τὸ πάμμαχον »οὐ πρὸς αἷμα καὶ σάρκα«, ἀλλὰ τὰς διὰ σαρκῶν ἐνεργούσας »πνευματικὰς ἐξουσίας« ἐμπαθῶν παθῶν. τούτων περιγινόμενος τῶν μεγάλων ἀνταγωνισμάτων. καὶ οἶον ἄθλους τινὰς τοῦ πειράζοντος ἐπαρτῶντος καταγωνισάμενος, ἐκράτησε τῆς ἀθανασίας· ἀπαραλόγιστος γὰρ ἡ τοῦ θεοῦ ψῆφος εἰς τὸ δικαιότατον κρῖμα. κέκληται μὲν οὖν ἐπὶ τὸ ἀγώνισμα τὸ θέατρον, παγκρατιάζουσι δὲ εἰς τὸ στάδιον οἱ ἀθληταί· καὶ δὴ ἐκ τούτων περιγίνεται ὁ πειθήνιος τῷ ἀλείπτῃ γενόμενος. πᾶσι γὰρ πάντα ἴσα κεῖται παρὰ τοῦ θεοῦ καὶ ἔστιν αὐτὸς ἀμεμφής, ἑλεῖται δὲ ὁ δυνάμενος καὶ ὁ βουληθεὶς ἰσχύσει· ταύτῃ καὶ τὸν νοῦν εἰλήφαμεν, ἵνα εἰδῶμεν ὃ ποιοῦμεν, καὶ τὸ »γνῶθι σαυτὸν« ἐνταῦθα, εἰδέναι ἐφ᾿ ᾧ γεγόναμεν. γεγόναμεν δὲ ἐπὶ τῷ εἶναι πειθήνιοι ταῖς ἐντολαῖς, εἰ τὸ βούλεσθαι σῴζεσθαι ἑλοίμεθα. αὕτη που ἡ Ἀδράστεια, καθ᾿ ἣν οὐκ ἔστι διαδρᾶναι τὸν θεόν.

[7.3.21] Τὸ ἄρα ἀνθρώπειον ἔργον εὐπείθεια θεῷ σωτηρίαν κατηγγελκότι ποικίλην δι᾿ ἐντολῶν, εὐαρέστησις δὲ ὁμολογία. ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ καὶ εἰς δύναμιν ἀμειβόμενος δι᾿ ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος. μία δὲ ἀμοιβὴ κυριωτάτη παρὰ ἀνθρώπων, ταῦτα δρᾶν ἅπερ ἀρεστὰ τῷ θεῷ· ⟨καὶ⟩ καθάπερ ἂν ἰδίου γεννήματος καὶ κατά τι συγγενοῦς ἀποτελέσματος ὁ διδάσκαλος καὶ σωτὴρ ἀναδέχεται τὰς ὠφελείας τε καὶ ἐπανορθώσεις τῶν ἀνθρώπων εἰς ἰδίαν χάριν τε καὶ τιμήν, [καθάπερ καὶ τὰς εἰς τοὺς πεπιστευκότας αὐτῷ βλάβας ἰδίας ἀχαριστίας τε καὶ ἀτιμίας ἡγούμενος. (τίς γὰρ ἄλλη ἅπτοιτ᾿ ἂν ἀτιμία θεοῦ;) διόπερ ἄλλην τοσοῦδε οὐδὲ ἔστιν ἀμοιβὴν κατ᾿ ἀξίαν σωτηρίας ἀποδιδόναι πρὸς τὴν παρὰ τοῦ κυρίου ὠφέλειαν. ὡς δὲ οἱ τὰ κτήματα κακοῦντες τοὺς δεσπότας ὑβρίζουσι, καὶ ὡς οἱ τοὺς στρατιώτας τὸν τούτων ἡγούμενον, οὕτως τοῦ κυρίου ἐστὶν ἀνεπιστρεψία ἡ περὶ τοὺς καθωσιωμένους αὐτῷ κάκωσις. ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.