Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 9

Capítulo 9

[6.9.71] Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν ⟨δια⟩μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ τοῖς ὁμοίοις. ἀλλ’ ἐπὶ μὲν τοῦ σωτῆρος τὸ σῶμα ἀπαιτεῖν ὡς σῶμα τὰς ἀναγκαίας ὑπηρεσίας εἰς διαμονήν, γέλως ἂν εἴη· ἔφαγεν γὰρ οὐ διὰ τὸ σῶμα, δυνάμει συνεχόμενον ἁγίᾳ, ἀλλ’ ὡς μὴ τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν ὑπεισέλθοι, ὥσπερ ἀμέλει ὕστερον δοκήσει τινὲς αὐτὸν πεφανερῶσθαι ὑπέλαβον· αὐτὸς δὲ ἁπαξαπλῶς ἀπαθὴς ἦν, εἰς ὃν οὐδὲν παρεισδύεται κίνημα παθητικὸν οὔτε ἡδονὴ οὔτε λύπη. οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ’ ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ’ ἐν ἕξει ἀσκήσεως ἀεὶ μένοντες ἀναλλοίωτοι μετά γε τὴν τοῦ κυρίου ἀνάστασιν. κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ’ οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ ⟨ἄνευ⟩ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν κτισμάτων τοῦ θεοῦ μεμισηκότα)· ἀλλ’ οὐδὲ ζηλοῖ *οὐδὲ γὰρ ἐνδεῖ τι αὐτῷ πρὸς ἐξομοίωσιν τῷ καλῷ καὶ ἀγαθῷ εἶναι· οὐδὲ ἄρα φιλεῖ τινα τὴν κοινὴν ταύτην φιλίαν, ἀλλ’ ἀγαπᾷ τὸν κτίστην διὰ τῶν κτισμάτων).

[6.9.72] οὔτ’ οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δἰ ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν· νοερὸς γὰρ ὁ λόγος τοῦ θεοῦ, καθ’ ὃ ὁ τοῦ νοῦ εἰκονισμὸς ὁρᾶται ἐν μόνῳ τῷ ἀνθρώπῳ, ᾗ καὶ θεοειδὴς καὶ θεοείκελος ὁ ἀγαθὸς ἀνὴρ κατὰ ψυχὴν ὅ τε αὖ θεὸς ἀνθρωποειδής· τὸ γὰρ εἶδος ἑκάστου ὁ νοῦς, ᾧ χαρακτηριζόμεθα. παρ’ ὃ καὶ οἱ εἰς ἄνθρωπον ἁμαρτάνοντες ἀνόσιοί τε καὶ ἀσεβεῖς. λῆρος γὰρ καὶ τὸ φάσκειν τὸν γνωστικὸν καὶ τέλειον μὴ δεῖν ἀφαιρεῖν θυμοῦ καὶ θάρσους, ὡς μὴ καὶ ἄνευ τούτων κατεξαναστησομένου τῶν περιστάσεων οὐδ’ ὑπομενοῦντος τὰ δεινά,

[6.9.73] ἀλλ’, εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, [ὡς] πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος τοῦ [τε] ζῆν. ⟨τῆς δ’ ἐπιθυμίας⟩ εἰ μὴ μετείη αὐτῷ, ᾗ τισιν ἔδοξεν, οὐκ ἂν † τῶν ὁμοίων τοῖς καλοῖς κἀγαθοῖς, φασίν, ἔφεσιν λάβοι. εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ’ ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν ὀρεγόμενος; ἀλλ’ οὐκ ἴσασιν, ὡς ἔοικεν, οὗτοι τὸ θεῖον τῆς ἀγάπης· οὐ γάρ ἐστιν ἔτι ὄρεξις τοῦ ἀγαπῶντος ἡ ἀγάπη, στερκτικὴ δὲ οἰκείωσις, εἰς τὴν ἑνότητα τῆς πίστεως ἀποκαθεστακυῖα τὸν γνωστικόν, χρόνου καὶ τόπου μὴ προσδεόμενον. ὅ δ’ ἐν οἷς ἔσται, δἰ ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ ὀρέγεταί τινος, ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν. εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ’ ἄρα ζηλώσει ἐξομοιωθῆναι τοῖς καλοῖς εἶναι, δἰ ἀγάπης ἔχων τοῦ κάλλους. θάρσους τε καὶ ἐπιθυμίας τίς ἔτι τούτῳ χρεία τὴν ἐκ τῆς ἀγάπης οἰκείωσιν πρὸς τὸν ἀπαθῆ θεὸν ἀπειληφότι καὶ διὰ τῆς ἀγάπης ἑαυτὸν εἰς τοὺς φίλους ἐγγεγραφότι;

[6.9.74] ἐξαιρετέον ἄρα τὸν γνωστικὸν ἡμῖν καὶ τέλειον ἀπὸ παντὸς ψυχικοῦ πάθους· ἡ μὲν γὰρ γνῶσις συνάσκησιν, ἡ συνάσκησις δὲ ἕξιν ἢ διάθεσιν, ἡ κατάστασις δὲ ἡ τοιάδε ἀπάθειαν ἐργάζεται, οὐ μετριοπάθειαν· ἀπάθειαν γὰρ καρποῦται παντελὴς τῆς ἐπιθυμίας ἐκκοπή. ἀλλ’ οὐδὲ ἐκείνων τῶν θρυλουμένων ἀγαθῶν, τουτέστι τῶν παρακειμένων τοῖς πάθεσιν παθητικῶν ἀγαθῶν, μεταλαμβάνει ὁ γνωστικός, οἷον εὐφροσύνης λέγω (ἥτις παράκειται τῇ ἡδονῇ) καὶ κατηφείας (αὕτη γὰρ τῇ λύπῃ παρέζευκται) καὶ εὐλαβείας (ὑπέσταλκεν γὰρ τῷ φόβῳ), ἀλλ’ οὐδὲ θυμοῦ (παρὰ τὴν ὀργὴν οὗτος τέτακται),

[6.9.75] κἂν λέγωσί τινες μηκέτ’ εἶναι ταῦτα κακά, ἀλλ’ ἤδη ἀγαθά. ἀδύνατον γὰρ τὸν ἅπαξ τελειωθέντα δἰ ἀγάπης καὶ τὴν ἀπλήρωτον τῆς θεωρίας εὐφροσύνην ἀιδίως καὶ ἀκορέστως ἑστιώμενον ἐπὶ τοῖς μικροῖς καὶ χαμαιζήλοις ἔτι τέρπεσθαι· τίς γὰρ ὑπολείπεται ἔτι τούτῳ εὔλογος αἰτία ἐπὶ τὰ κοσμικὰ παλινδρομεῖν ἀγαθὰ τῷ τὸ “ἀπρόσιτον” ἀπειληφότι “φῶς” κἂν μηδέπω κατὰ τὸν χρόνον καὶ τὸν τόπον, ἀλλ’ ἐκείνῃ γε τῇ γνωστικῇ ἀγάπῃ, δἰ ἣν καὶ ἡ κληρονομία καὶ ἡ παντελὴς ἕπεται ἀποκατάστασις, βεβαιοῦντος δἰ ἔργων τοῦ μισθαποδότου, ὃ διὰ τοῦ ἑλέσθαι γνωστικῶς διὰ τῆς ἀγάπης φθάσας προείληφεν ὁ γνωστικός; ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δἰ ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;

[6.9.76] Πῶς οὖν ἔτι τούτῳ τῆς ἀνδρείας χρεία, μὴ γινομένῳ ἐν δεινοῖς, τῷ γε μὴ παρόντι, ὅλως δὲ ἤδη συνόντι τῷ ἐραστῷ; τίς δὲ καὶ σωφροσύνης ἀνάγκη μὴ χρῄζοντι αὐτῆς; τὸ γὰρ ἔχειν τοιαύτας ἐπιθυμίας, ὡς σωφροσύνης δεῖσθαι πρὸς τὴν τούτων ἐγκράτειαν, οὐδέπω καθαροῦ, ἀλλ’ ἐμπαθοῦς, ἀνδρεία τε διὰ φόβον καὶ δειλίαν παραλαμβάνεται. οὐ γὰρ δὴ πρέπον ἔτι τὸν φίλον τοῦ θεοῦ, ὃν προώρισεν ὁ θεὸς πρὸ καταβολῆς κόσμου εἰς τὴν ἄκραν ἐγκαταλεγῆναι υἱοθεσίαν, ἡδοναῖς ἢ φόβοις περιπίπτειν καὶ περὶ τὴν καταστολὴν ἀπασχολεῖσθαι τῶν παθῶν. τολμήσας γὰρ φήσαιμ’ ἄν· καθάπερ προωρισμένως κεῖται δἰ ὧν πράξει [καὶ] οὗ τεύξεται, οὕτως καὶ αὐτὸς προορίσας ἔχει δἰ ὧν ἔγνω ὃν ἠγάπησεν, οὐκ ἔχων δυστέκμαρτον τὸ μέλλον, καθάπερ οἱ πολλοὶ στοχαζόμενοι βιοῦσιν, ἀπειληφὼς δὲ διὰ πίστεως γνωστικῆς, ὃ τοῖς ἄλλοις ἄδηλον.

[6.9.77] κἄστιν αὐτῷ δἰ ἀγάπην ἐνεστὸς ἤδη τὸ μέλλον· πεπίστευκεν γὰρ διά τε τῆς προφητείας διά τε τῆς παρουσίας τῷ μὴ ψευδομένῳ θεῷ καὶ, ὅ πεπίστευκεν, ἔχει καὶ κρατεῖ τῆς ἐπαγγελίας (ἀλήθεια δὲ ὁ ἐπαγγειλάμενος) καὶ τὸ τέλος τῆς ἐπαγγελίας διὰ τῆς ἀξιοπιστίας τοῦ ἐπαγγειλαμένου κατ’ ἐπιστήμην βεβαίως ἀπείληφεν. ὁ δὲ τὴν ἐν οἷς ἐστι κατάστασιν βεβαίαν τῶν μελλόντων κατάληψιν εἰδὼς δἰ ἀγάπης προαπαντᾷ τῷ μέλλοντι. αὐτίκα οὐδὲ εὔξεται τυχεῖν τῶν τῇδε ὁ τεύξεσθαι πεπεισμένος τῶν ὄντως ἀγαθῶν, ἔχεσθαι δὲ ἀεὶ τῆς ἐπηβόλου καὶ κατορθωτικῆς πίστεως. καὶ πρὸς τοῖσδε παμπόλλους ὡς ὅτι μάλιστα ὁμοίους αὐτῷ γενέσθαι εὔξεται, εἰς δόξαν τοῦ θεοῦ, ἣ κατ’ ἐπίγνωσιν τελειοῦται· σωτήριος γάρ τις ὁ τῷ σωτῆρι ἐξομοιούμενος, εἰς ὅσον ἀνθρωπίνῃ φύσει χωρῆσαι τὴν εἰκόνα θέμις, ἀπαραβάτως τὰ κατὰ τὰς ἐντολὰς κατορθῶν. οὗ δ’ ἔστι ⟨τὸ⟩ θρῃσκεύειν τὸ θεῖον διὰ τῆς ὄντως δικαιοσύνης, ἔργων τε καὶ γνώσεως,

[6.9.78] τούτου φωνὴν κατὰ τὴν εὐχὴν οὐκ ἀναμένει κύριος, “αἴτησαι” λέγων “καὶ ποιήσω· ἐννοήθητι καὶ δώσω”.

Καθόλου γὰρ ἐν τῷ τρεπομένῳ τὸ ἄτρεπτον ἀδύνατον λαβεῖν πῆξιν καὶ σύστασιν, ἐν τροπῇ δὲ τῇ συνεχεῖ, καὶ διὰ τοῦτο ἀστάτου τοῦ ἡγεμονικοῦ γινομένου, ἡ ἑκτικὴ δύναμις οὐ σῴζεται. ὃ γὰρ ὑπὸ τῶν ἔξωθεν ὑπεισιόντων καὶ προσπιπτόντων ἀεὶ μεταβάλλεται, πῶς ἄν ποτε ἐν ἕξει καὶ διαθέσει καὶ συλλήβδην ἐν ἐπιστήμης κατοχῇ γένοιτ’ ἄν; καίτοι καὶ οἱ φιλόσοφοι τὰς ἀρετὰς ἕξεις καὶ διαθέσεις καὶ ἐπιστήμας οἴονται. ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ’ ἐπίκτητός ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἕξει τελειωθεῖσα τῇ μυστικῇ ἀμετάπτωτος δἰ ἀγάπην μένει· οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ’ αὐτοῦ γεγεν⟨ν⟩ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ’ αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα [ἔχει] λαβών. κἂν τοῖς ἄλλοις ᾖ ἔτι κεκρυμμένα, ἤδη περὶ πάντων εἴληφε τὴν γνῶσιν. τὰ λόγια δὲ τὰ παρ’ ἡμῖν θεσπίζει περί τε τῶν ὄντων ὡς ἔστι, περί τε τῶν μελλόντων ὡς ἔσται, περί τε τῶν γεγονότων ὡς ἐγένετο.

[6.9.79] ἔν ⟨τε⟩ τοῖς ἐπιστημονικοῖς, μόνος ὢν ἐπιστήμων, κρατιστεύσει καὶ τὸν περὶ τἀγαθοῦ λόγον πρεσβεύσει, τοῖς νοητοῖς προσκείμενος ἀεί, ἀπ’ ἐκείνων ἄνωθεν τῶν ἀρχετύπων τὴν περὶ τὰ ἀνθρώπεια αὑτοῦ διοίκησιν ἀπογραφόμενος, καθάπερ οἱ πλοϊζόμενοι καὶ πρὸς τὸ ἄστρον τὴν ναῦν κατευθύνοντες, πρὸς πᾶσαν καθήκουσαν πρᾶξιν ἑτοίμως ἔχειν παρεσκευασμένος, πάντα τὰ ὀχληρὰ καὶ δεινὰ εἰθισμένος ὑπερορᾶν, ὅταν ὑπομεῖναι δέῃ, μηδὲν προπετὲς μηδὲ ἀσύμφωνον μήτε αὑτῷ μήτε τοῖς κοινοῖς ποτε ἐπιτελῶν, προορατικὸς ὢν καὶ ἄκαμπτος ἡδοναῖς ταῖς τε ὕπαρ ταῖς τε δἰ ὀνειράτων· διαίτῃ γὰρ λιτῇ καὶ αὐταρκείᾳ συνειθισμένος σωφρονικῶς, εὐσταλὴς μετὰ σεμνότητος ὑπάρχει, ὀλίγων τῶν ἀναγκαίων πρὸς τὸ διαζῆν δεόμενος, μηδὲν περιττὸν πραγματευόμενος, ἀλλὰ μηδὲ ταῦτα ὡς προηγούμενα, ἐκ δὲ τῆς κατὰ τὸν βίον κοινωνίας ὡς ἀναγκαῖα τῇ τῆς σαρκὸς ἐπιδημίᾳ, εἰς ὅσον ἀνάγκη, προσιέμενος· προηγουμένη γὰρ αὐτῷ ἡ γνῶσις.