Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 18

Capítulo 18

[6.18.162] Ὁ γνωστικὸς δ’ ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεί ποτε διατρίβει· εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑλληνικῆς ἐφάπτεται φιλοσοφίας, οἷον τρωγάλιόν τι ἐπὶ τῷ δείπνῳ παροψώμενος, οὐ τῶν κρειττόνων ἀμελήσας, προσλαβὼν δέ, ἐφ’ ὅσον πρέπει, καὶ ταῦτα δἰ ἃς προεῖπον αἰτίας. οἱ δὲ τῶν οὐκ ἀναγκαίων καὶ περιττῶν τῆς φιλοσοφίας ὀρεχθέντες καὶ μόνοις τοῖς ἐριστικοῖς προσανέχοντες σοφίσμασι τῶν ἀναγκαίων καὶ κυριωτάτων ἀπελείφθησαν, [οἱ] τὰς σκιὰς ἀτεχνῶς τῶν λόγων διώκοντες. καλὸν μὲν οὖν τὸ πάντα ἐπίστασθαι· ὅτῳ δὲ ἀσθενεῖ ἐπεκτείνεσθαι ἡ ψυχὴ πρὸς τὴν πολυμαθῆ ἐμπειρίαν, τὰ προηγούμενα καὶ βελτίω αἱρήσεται μόνα. ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει. καὶ γὰρ οὖν εὖ πως ἔχειν μοι φαίνεται ὁ λόγος ἐκεῖνος· εἰ φιλοσοφητέον, ⟨φιλοσοφητέον⟩· αὐτὸ γάρ τι αὑτῷ ἀκολουθεῖ· ἀλλ’ εἰ καὶ μὴ φιλοσοφητέον· οὐ γάρ τις καταγνῴη ⟨ἄν⟩ τινος μὴ τοῦτο πρότερον ἐγνωκώς. φιλοσοφητέον ἄρα.

[6.18.163] Τούτων οὕτως ἐχόντων τοὺς Ἕλληνας χρὴ διὰ νόμου καὶ προφητῶν ἐκμανθάνειν ἕνα μόνον σέβειν θεόν, τὸν ὄντως ὄντα παντοκράτορα, ἔπειτα διὰ τοῦ ἀποστόλου διδάσκεσθαι τοῦτο· “ἡμῖν δὲ οὐδὲν εἴδωλον ἐν κόσμῳ”, ἐπεὶ μηδὲν ἀπεικόνισμα τοῦ θεοῦ οἷόν τε ἐν γενητοῖς εἶναι, προσεπιδιδάσκεσθαι δὲ ὡς οὐδὲ τούτων ὧν σέβουσι τὰ ἀγάλματα εἶεν ἂν αἱ εἰκόνες· οὐ γάρ πω τοιοῦτον κατὰ τὸ σχῆμα τὸ τῶν ψυχῶν γένος ὁποῖα διαπλάσσουσιν Ἕλληνες τὰ ξόανα. ψυχαὶ μὲν γὰρ ἀόρατοι, οὐ μόνον αἱ λογικαί, ἀλλὰ καὶ αἱ τῶν ἀλόγων ζῴων, τὰ δὲ σώματα αὐτῶν μέρη μὲν αὐτῶν οὐδέποτε γίνεται τῶν ψυχῶν, ὄργανα δὲ ὧν μὲν ἐνιζήματα, ὧν δὲ ὀχήματα, ἄλλων δὲ ἄλλον τρόπον κτήματα.

[6.18.164] ἀλλ’ οὐδὲ τῶν ὀργάνων τὰς εἰκόνας οἷόν τε ἀπομιμεῖσθαι ἐναργῶς, ἐπεὶ καὶ τὸν ἥλιόν τις, ὡς ὁρᾶται, πλασσέτω καὶ τὴν ἶριν τοῖς χρώμασιν ἀπεικαζέτω. ἐπὰν δὲ ἀπολείπωσι τὰ εἴδωλα, τότε ἀκούσονται τῆς γραφῆς· “ἐὰν μὴ πλεονάσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων”, τῶν κατὰ ἀποχὴν κακῶν δικαιουμένων, [σὺν] τῷ μετὰ τῆς ἐν τούτοις τελειώσεως καὶ [τῷ] τὸν πλησίον ἀγαπᾶν καὶ εὐεργετεῖν δύνασθαι, οὐκ ἔσεσθε βασιλικοί. ἡ ἐπίτασις γὰρ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὸν γνωστικὸν δείκνυσιν. οὕτως τις κατὰ τὸ ἡγεμονοῦν τοῦ οἰκείου σώματος, τὴν κεφαλήν, ταγείς. ἐπὶ τὴν ἀκρότητα τῆς πίστεως χωρήσας, τὴν γνῶσιν αὐτήν, περὶ ἣν πάντα ἐστὶ τὰ αἰσθητήρια, ἀκροτάτης ὁμοίως τεύξεται τῆς κληρονομίας. τὸ δὲ ἡγεμονικὸν τῆς γνώσεως σαφῶς ὁ ἀπόστολος τοῖς διαθρεῖν δυναμένοις ἐνδείκνυται, τοῖς Ἑλλαδικοῖς ἐκείνοις γράφων Κορινθίοις ὧδέ πως· “ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι”, οὐ τὴν ἐπέκτασιν τοῦ κηρύγματος τὴν κατὰ τὸν τόπον λέγων (ἐπεὶ καὶ ἐν Ἀχαΐᾳ πεπλεονακέναι τὴν πίστιν αὐτός φησιν,

[6.18.165] φέρεται δὲ κἀν ταῖς Πράξεσι τῶν ἀποστόλων καὶ ἐν ταῖς Ἀθήναις κηρύξας τὸν λόγον), ἀλλὰ τὴν γνῶσιν διδάσκει, τελείωσιν οὖσαν τῆς πίστεως, ἐπέκεινα περισσεύειν τῆς κατηχήσεως κατὰ τὸ μεγαλεῖον τῆς τοῦ κυρίου διδασκαλίας καὶ τὸν ἐκκλησιαστικὸν κανόνα. διὸ καὶ ὑποβὰς ἐπιφέρει· “εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει.” πλὴν οἵ γε ἐπὶ τῷ κατειλῆφθαι τὴν ἀλήθειαν αὐχοῦντες τῶν Ἑλλήνων εἰπάτωσαν ἡμῖν, παρὰ τίνος μαθόντες ἀλαζονεύονται. παρὰ θεοῦ μὲν γὰρ οὐκ ἂν φήσαιεν, παρὰ ἀνθρώπων δὲ ὁμολογοῦσιν. καὶ εἰ τοῦτο, ἤτοι γε παρ’ ἑαυτῶν ὀψὲ ἐκμαθόντες, ὥσπερ ἀμέλει καὶ τετυφωμένοι τινὲς αὐτῶν αὐχοῦσιν, ἢ παρ’ ἑτέρων τῶν ὁμοίων. ἀλλ’ οὐκ ἐχέγγυοι διδάσκαλοι περὶ θεοῦ λέγοντες ἄνθρωποι, καθὸ ἄνθρωποι· οὐ γὰρ ἀξιόχρεως [γε] ἄνθρωπός γε ὢν καὶ περὶ θεοῦ τἀληθῆ λέγειν, ὁ ἀσθενὴς καὶ ἐπίκηρος περὶ τοῦ ἀγεννήτου καὶ ἀφθάρτου καὶ τὸ ἔργον περὶ τοῦ πεποιηκότος.

[6.18.166] εἶθ’ ὁ μὴ περὶ αὑτοῦ τἀληθῆ λέγειν δυνάμενος ἆρ’ οὐ πλέον οὐδὲ τὰ περὶ θεοῦ πιστευτέος; ὅσον γὰρ δυνάμει θεοῦ λείπεται ἄνθρωπος, τοσοῦτον καὶ ὁ λόγος αὐτοῦ ἐξασθενεῖ, κἂν μὴ θεόν, ἀλλὰ περὶ θεοῦ λέγῃ καὶ τοῦ θείου λόγου. ἀσθενὴς γὰρ φύσει ὁ ἀνθρώπειος λόγος καὶ ἀδύνατος φράσαι θεόν, οὐ τοὔνομα λέγω (κοινὸν γὰρ τοῦτο οὐ φιλοσόφων μόνον ὀνομάζειν, ἀλλὰ καὶ ποιητῶν) οὐδὲ τὴν οὐσίαν (ἀδύνατον γάρ), ἀλλὰ τὴν δύναμιν καὶ τὰ ἔργα τοῦ θεοῦ. καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, “ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος”. μόνη τοίνυν ἡ παρ’ ἡμῖν θεοδίδακτός ἐστι σοφία, ἀφ’ ἧς αἱ πᾶσαι πηγαὶ τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται. ἀμέλει ὡς ἂν τοῦ κυρίου ἥκοντος εἰς ἀνθρώπους τοῦ διδάξοντος ἡμᾶς μυρίοι σημάντορες, καταγγελεῖς, ἑτοιμασταί, πρόδρομοι ἄνωθεν ἐκ καταβολῆς κόσμου, δἰ ἔργων, διὰ λόγων προμηνύοντες, προφητεύοντες ἐλεύσεσθαι, καὶ ποῦ καὶ πῶς καὶ τίνα τὰ σημεῖα.

[6.18.167] ἀμέλει πόρρωθεν προμελετᾷ ὁ νόμος καὶ ἡ προφητεία, ἔπειτα δὲ ὁ πρόδρομος δείκνυσι τὸν παρόντα, μεθ’ ὃν οἱ κήρυκες τῆς ἐπιφανείας τὴν δύναμιν ἐκδιδάσκοντες μηνύουσιν. […] μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν ἤρεσαν, ἀλλὰ Πλάτωνι μὲν Σωκράτης καὶ Ξενοκράτει Πλάτων, Ἀριστοτέλης δὲ Θεοφράστῳ καὶ Κλεάνθει Ζήνων, οἳ τοὺς ἰδίους μόνον αἱρετιστὰς ἔπεισαν· ὁ δέ γε τοῦ διδασκάλου τοῦ ἡμετέρου λόγος οὐκ ἔμεινεν ἐν Ἰουδαίᾳ μόνῃ, καθάπερ ἐν τῇ Ἑλλάδι ἡ φιλοσοφία, ἐχύθη δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, πείθων Ἑλλήνων τε ὁμοῦ καὶ βαρβάρων κατὰ ἔθνος καὶ κώμην καὶ πόλιν πᾶσαν οἴκους ὅλους καὶ ἰδίᾳ ἕκαστον τῶν ἐπακηκοότων καὶ αὐτῶν γε τῶν φιλοσόφων οὐκ ὀλίγους ἤδη ἐπὶ τὴν ἀλήθειαν μεθιστάς. καὶ τὴν μὲν φιλοσοφίαν τὴν Ἑλληνικὴν ἐὰν ὁ τυχὼν ἄρχων κωλύσῃ, οἴχεται παραχρῆμα, τὴν δὲ ἡμετέραν διδασκαλίαν ἔκτοτε σὺν καὶ τῇ πρώτῃ καταγγελίᾳ κωλύουσιν ὁμοῦ βασιλεῖς καὶ τύραννοι καὶ οἱ κατὰ μέρος ἄρχοντες καὶ ἡγεμόνες μετὰ τῶν μισθοφόρων ἁπάντων, πρὸς δὲ καὶ τῶν ἀπείρων ἀνθρώπων, καταστρατευόμενοί τε ἡμῶν καὶ ὅση δύναμις ἐκκόπτειν πειρώμενοι· ἣ δὲ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ ὡς ἀνθρωπίνη ἀποθνῄσκει διδασκαλία οὐδ’ ὡς ἀσθενὴς μαραίνεται δωρεά (οὐδεμία γὰρ ἀσθενὴς δωρεὰ θεοῦ), μένει δὲ ἀκώλυτος, διωχθήσεσθαι εἰς τέλος προφητευθεῖσα.

[6.18.168] εἶτα περὶ μὲν ποιητικῆς Πλάτων “κοῦφον γάρ τι χρῆμα καὶ ἱερὸν ποιητὴς” γράφει “καὶ οὐχ οἷός τε ποιεῖν. πρὶν ἂν ἔνθεός τε καὶ ἔκφρων γένηται”. καὶ ὁ Δημόκριτος ὁμοίως· “ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφῃ μετ’ ἐνθουσιασμοῦ καὶ ἱεροῦ πνεύματος, καλὰ κάρτα ἐστίν.” ἴσμεν δὲ οἷα ποιηταὶ λέγουσιν. τοὺς δὲ τοῦ παντοκράτορος προφήτας θεοῦ οὐκ ἄν τις καταπλαγείη, ὄργανα θείας γενομένους φωνῆς;

Καθάπερ οὖν ἀνδριάντα ἀποπλασάμενοι τοῦ γνωστικοῦ, ἤδη μὲν ἐπεδείξαμεν, οἷός ἐστι, μέγεθός τε καὶ κάλλος ἤθους αὐτοῦ ὡς ἐν ὑπογραφῇ δηλώσαντες· ὁποῖος γὰρ κατὰ τὴν θεωρίαν ἐν τοῖς φυσικοῖς, μετὰ ταῦτα δηλωθήσεται, ἐπὰν περὶ γενέσεως κόσμου διαλαμβάνειν ἀρξώμεθα.