Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 12

Capítulo 12

[6.12.96] Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ’ εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον καὶ μάλιστα ἄνθρωπος; εἰ δὲ τέλειος, πῶς παραβαίνει τὰς ἐντολάς; ἀκούσονται γὰρ καὶ παρ’ ἡμῶν ὅτι τέλειος κατὰ τὴν κατασκευὴν οὐκ ἐγένετο, πρὸς δὲ τὸ ἀναδέξασθαι τὴν ἀρετὴν ἐπιτήδειος· διαφέρει γὰρ δή που ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον πρὸς τὴν κτῆσιν αὐτῆς· ἡμᾶς δὲ ἐξ ἡμῶν αὐτῶν βούλεται σῴζεσθαι. αὕτη οὖν φύσις ψυχῆς ἐξ ἑαυτῆς ὁρμᾶν· εἶτα λογικοὶ ὄντες λογικῆς οὔσης τῆς φιλοσοφίας συγγενές τι ἔχομεν πρὸς αὐτήν· ἡ δὲ ἐπιτηδειότης φορὰ μέν ἐστι πρὸς ἀρετήν, ἀρετὴ δ’ οὔ.

Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ’ ὃ μὲν μᾶλλον, ὃ δ’ ἧττον πρόεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἳ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἳ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ’ αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς τοὐναντίον ἀπετράπησαν. πολὺ δὲ μᾶλλον ἡ μεγέθει πασῶν μαθήσεων καὶ ἀληθείᾳ διαφέρουσα γνῶσις χαλεπωτάτη κτήσασθαι καὶ ἐν πολλῷ καμάτῳ περιγίνεται.

[6.12.97] ἀλλ’, ὡς ἔοικεν, “οὐκ ἔγνωσαν μυστήρια θεοῦ, ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν”, καθ’ ἣν ἰδιότητα τοῦ πάντα εἰδότος ὁ γνωστικὸς καὶ “δίκαιος καὶ ὅσιος μετὰ φρονήσεως” εἰς μέτρον ἡλικίας τελείας ἀφικνεῖσθαι σπεύδει. ὅτι δ’ οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ. “ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς” φησίν· “ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία, ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων.” καὶ τί λέγει “τὰ ἔργα τῶν ἀνθρώπων”; αὐτὴν τὴν ἁμαρτίαν γνωρίζει, οὐ παραχθεῖσαν ἐπὶ μετάνοιαν (κοινὸν γὰρ τοῦτο καὶ τῶν ἄλλων πιστῶν), ἀλλ’ ὅ ἐστιν ἁμαρτία· οὐδὲ γὰρ τῆσδέ τινος καταγινώσκει, ἀλλ’ ἁπλῶς πάσης τῆς ἁμαρτίας· οὐδ’ ὃ ἐποίησέν τις κακῶς, ἀλλὰ τὸ μὴ ποιητέον συνίστησιν. ὅθεν καὶ ἡ μετάνοια δισσή· ἣ μὲν κοινὴ ἐπὶ τῷ πεπλημμεληκέναι, ἣ δέ, τὴν φύσιν τῆς ἁμαρτίας καταμαθοῦσα, ἀφίστασθαι τοῦ ἁμαρτάνειν αὐτοῦ κατὰ προηγούμενον λόγον πείθει, ᾧ ἕπεται τὸ μὴ ἁμαρτάνειν.

[6.12.98] Μὴ τοίνυν λεγόντων ὡς ὁ ἀδικῶν καὶ ἁμαρτάνων κατ’ ἐνέργειαν δαιμόνων πλημμελεῖ, ἐπεὶ κἂν ἀθῷος γένοιτο, τὰ δὲ αὐτὰ τοῖς δαιμονίοις κατὰ τὸ ἁμαρτάνειν αἱρούμενος, ἀνέδραστος καὶ κοῦφος καὶ εὐμετάβολος ἐν ἐπιθυμίαις, ὡς δαίμων, γίνεται ἄνθρωπος δαιμονικός. αὐτίκα ὁ μὲν κακὸς φύσι, ἁμαρτητικὸς διὰ κακίαν γενόμενος, φαῦλος καθέστηκεν, ἔχων ἣν ἑκὼν εἵλετο· ἁμαρτητικὸς δὲ ὢν καὶ κατὰ τὰς πράξεις διαμαρτάνει· ἔμπαλιν δὲ ὁ σπουδαῖος κατορθοῖ. διὸ οὐ μόνον τὰς ἀρετάς, ἀλλὰ καὶ τὰς πράξεις τὰς καλὰς ἀγαθὰ καλοῦμεν· τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δἰ αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν (οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ, ἢ μόνον τὸ παρεῖναι αὐτὴν καὶ ἐν ἀδιαλείπτῳ θεωρίᾳ ἡμᾶς εἶναι καὶ εἰς αὐτὴν καὶ δἰ αὐτὴν ἀγωνίζεσθαι), τὰ δὲ δἰ ἕτερα, ⟨ὡς⟩ τὴν πίστιν διὰ τὴν ἐξ αὐτῆς περιγενομένην φυγήν τε τῆς κολάσεως καὶ ὠφέλειαν τὴν ἐκ τῆς ἀνταποδόσεως. φόβος μὲν γὰρ αἴτιος τοῦ μὴ ἁμαρτάνειν τοῖς πολλοῖς, ἐπαγγελία δὲ ἀφορμὴ τοῦ διώκειν ὑπακοήν, δἰ ἧς ἡ σωτηρία.

[6.12.99] τελειότατον ἄρα ἀγαθὸν ἡ γνῶσις, δἰ αὑτὴν οὖσα αἱρετή, κατ’ ἐπακολούθημα δὲ καὶ τὰ διὰ ταύτης ἀκολουθοῦντα καλά. καὶ ἡ κόλασις τῷ μὲν κολαζομένῳ διορθώσεως αἰτία, τοῖς δὲ διορᾶν πόρρωθεν δυναμένοις παράδειγμα γίνεται, δἰ οὗ τὸ συνεμπίπτειν τοῖς ὁμοίοις ἀνακόπτουσιν. δεξώμεθα οὖν τὴν γνῶσιν οὐ τῶν ἀποβαινόντων ἐφιέμενοι, ἀλλ’ αὐτοῦ ἕνεκα τοῦ γινώσκειν ἀσπαζόμενοι. πρώτη γὰρ ὠφέλεια ἡ ἕξις ἡ γνωστική, ἡδονὰς ἀβλαβεῖς παρεχομένη καὶ ἀγαλλίασιν καὶ νῦν καὶ εἰς ὕστερον. τὴν δὲ ἀγαλλίασιν εὐφροσύνην εἶναί φασιν, ἐπιλογισμὸν οὖσαν τῆς κατὰ τὴν ἀλήθειαν ἀρετῆς διά τινος ἑστιάσεως καὶ διαχύσεως ψυχικῆς. τὰ δὲ μετέχοντα τῆς γνώσεως ἔργα αἱ ἀγαθαὶ καὶ καλαὶ καλαὶ πράξεις εἰσίν. πλοῦτος μὲν γὰρ ἀληθὴς ὁ ἐν ταῖς κατὰ τὴν ἀρετὴν πράξεσι πλεονασμός, πενία δὲ ἡ κατὰ τὰς κοσμικὰς ἐπιθυμίας ἀπορία. αἱ κτήσεις γὰρ καὶ χρήσεις τῶν ἀναγκαίων οὐ τὴν ποιότητα ἔχουσι βλαβεράν, ἀλλὰ τὴν παρὰ τὸ μέτρον ποσότητα.

[6.12.100] διόπερ τὰς ἐπιθυμίας ὁ γνωστικὸς περιγράφει κατά τε τὴν κτῆσιν κατά τε τὴν χρῆσιν, οὐχ ὑπερβαίνων τὸν τῶν ἀναγκαίων ὅρον. τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ’ οὖν παῖδας μήτ’ αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ δικαιοσύνης προτιμῶν. ἀδελφὴ δὲ τούτῳ ἡ γυνὴ μετὰ τὴν παιδοποιίαν, ὡς καὶ ὁμοπατρία, κρίνεται, τότε μόνον τοῦ ἀνδρὸς ἀναμιμνῃσκομένη, ὁπηνίκα ἂν τοῖς τέκνοις προσβλέπῃ, ὡς ἂν ἀδελφὴ τῷ ὄντι ἐσομένη καὶ μετὰ τὴν ἀπόθεσιν τῆς σαρκὸς τῆς διαχωριζούσης καὶ διοριζούσης τὴν γνῶσιν τῶν πνευματικῶν τῇ ἰδιότητι τῶν σχημάτων. αὐταὶ γὰρ καθ’ αὑτὰς ἐπ’ ἴσης εἰσὶ ψυχαὶ αἱ ψυχαὶ οὐθέτεραι, οὔτε ἄρρενες οὔτε θήλειαι, ἐπὰν μήτε γαμῶσι μήτε γαμίσκωνται· καὶ μή τι οὕτως μετατίθεται εἰς τὸν ἄνδρα ἡ γυνή, ἀθήλυντος ἐπ’ ἴσης καὶ ἀνδρικὴ καὶ τελεία γενομένη.

[6.12.101] τοῦτ’ ἦν ἄρα ὁ τῆς Σάρρας γένεσιν παιδὸς εὐαγγελισθείσης γέλως, οὐκ ἀπιστησάσης, οἶμαι, τῷ ἀγγέλῳ, καταιδεσθείσης δὲ ἐκείνην αὖθις τὴν ὁμιλίαν, δἰ ἧς ἔμελλεν παιδὸς γενήσεσθαι μήτηρ. καὶ μή τι ἔκτοτε ὁ Ἀβραάμ, ὁπηνίκα παρὰ τῷ βασιλεῖ τῆς Αἰγύπτου διὰ τὸ τῆς Σάρρας ἐκινδύνευεν κάλλος, οἰκείως αὐτὴν ἀδελφὴν προσεῖπεν καὶ ὁμοπατρίαν, ἀλλ’ [οὔτε] ὁμομητρίαν οὐδέπω.

Τοῖς μὲν οὖν ἐξ ἁμαρτιῶν μετανενοηκόσι καὶ μὴ στερεῶς πεπιστευκόσι διὰ τῶν δεήσεων παρέχει ὁ θεὸς τὰ αἰτήματα, τοῖς δ’ ἀναμαρτήτως καὶ γνωστικῶς βιοῦσιν ἐννοησαμένοις μόνον δίδωσιν. αὐτίκα τῇ Ἄννῃ ἐννοηθείσῃ μόνον τοῦ παιδὸς ἐδόθη σύλληψις τοῦ Σαμουήλ. “αἴτησαι”, φησὶν ἡ γραφή, “καὶ ποιήσω· ἐννοήθητι καὶ δώσω.” “καρδιογνώστην” γὰρ τὸν θεὸν παρειλήφαμεν, οὐκ ἐκ κινήματος ψυχῆς τεκμαιρόμενον καθάπερ ἡμεῖς οἱ ἄνθρωποι, ἀλλ’ οὐδὲ ἐκ τοῦ ἀποβαίνοντος (γελοῖον γὰρ οὕτως νοεῖν), οὐδέ, ὡς ὁ ἀρχιτέκτων γενόμενον τὸ ἔργον ἐπῄνεσε, καὶ ὁ θεὸς οὕτως ποιήσας τὸ φῶς, ἔπειτα ἰδών, καλὸν εἶπεν· ὃ δέ, καὶ πρὶν ἢ ποιῆσαι, οἷον ἔσται, εἰδώς, τοῦτο ἐπῄνεσεν· τὸ ⟨δ’⟩ ἐγένετο δυνάμει ποιοῦντος καλὸν ἄνωθεν διὰ τῆς ἀνάρχου προθέσεως τὸ ἐσόμενον ἐνεργείᾳ καλόν. αὐτίκα τὸ ἐσόμενον ἤδη προεῖπεν εἶναι καλόν, τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν.

[6.12.102] Εὔχεται τοίνυν ὁ γνωστικὸς καὶ κατὰ τὴν ἔννοιαν πᾶσαν [τὴν] ὥραν, δἰ ἀγάπης οἰκειούμενος τῷ θεῷ. καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ οἰκονομίαν συνιέναι, ἵνα δή, “καθαρὸς τὴν καρδίαν” γενόμενος, δἰ ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ “πρόσωπον πρὸς πρόσωπον” τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς “ἀγαθὸν νηστεία μετὰ προσευχῆς”· νηστεῖαι δὲ ἀποχὰς κακῶν μηνύουσιν πάντων ἁπαξαπλῶς, τῶν τε κατ’ ἐνέργειαν καὶ κατὰ λόγον καὶ κατὰ τὴν διάνοιαν αὐτήν. ὡς ἔοικεν οὖν ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση καὶ ὁμοία ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιίᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῇ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικός τε καὶ ἄνισος φανῇ. ᾗ μὲν οὖν τίς ἐστι δίκαιος, πάντως οὗτος καὶ πιστός, ᾗ δὲ πιστός, οὐδέπω καὶ δίκαιος, τὴν κατὰ προκοπὴν καὶ τελείωσιν δικαιοσύνην λέγω, καθ’ ἣν ὁ γνωστικὸς δίκαιος λέγεται.

[6.12.103] αὐτίκα τῷ Ἀβραὰμ πιστῷ γενομένῳ “ἐλογίσθη εἰς δικαιοσύνην”, εἰς τὸ μεῖζον καὶ τελειότερον τῆς πίστεως προβεβηκότι. οὐ γὰρ ὁ ἀπεχόμενος μόνον τῆς κακῆς πράξεως δίκαιος, ἐὰν μὴ προσεξεργάσηται καὶ τὸ εὖ ποιεῖν καὶ τὸ γινώσκειν, δἰ ἣν αἰτίαν τῶν μὲν ἀφεκτέον, τὰ δ’ ἐνεργητέον. “διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν” φησὶν ὁ ἀπόστολος παραπέμπεσθαι τὸν δίκαιον εἰς κληρονομίαν τὴν ἄκραν, ὑπὸ τῶν μὲν πεφραγμένον, τοῖς δὲ καὶ ἐνεργοῦντα. οὐ γὰρ ἡ σκέπη μόνη τῆς παντευχίας καὶ ἡ τῶν ἁμαρτημάτων ἀποχὴ ἱκανὴ πρὸς τελείωσιν, εἰ μὴ προσλάβοι τὸ ἔργον τῆς δικαιοσύνης, τὴν εἰς εὐποιίαν ἐνέργειαν. τότε ὁ περιδέξιος ἡμῖν καὶ γνωστικὸς ἐν δικαιοσύνῃ ἀποκαλύπτεται, δεδοξασμένος ἤδη κἀνθένδε καθάπερ ὁ Μωυσῆς τὸ πρόσωπον [τῆς ψυχῆς], ὅπερ ἐν τοῖς πρόσθεν ἰδίωμα χαρακτηριστικὸν τῆς δικαίας εἰρήκαμεν ψυχῆς. καθάπερ γὰρ τοῖς ἐρίοις ἡ στῦψις τῆς βαφῆς ἐμμείνασα τὴν ἰδιότητα καὶ παραλλαγὴν πρὸς τὰ λοιπὰ παρέχει ἔρια, οὕτως κἀπὶ τῆς ψυχῆς ὁ μὲν πόνος παρῆλθεν, μένει δὲ τὸ καλόν, καὶ τὸ μὲν ἡδὺ καταλείπεται, ἀναμάσσεται δὲ τὸ αἰσχρόν. αὗται γὰρ ἑκατέρας ψυχῆς χαρακτηριστικαὶ ποιότητες, ἀφ’ ὧν γνωρίζεται ἡ μὲν δεδοξασμένη, ἡ δὲ κατεγνωσμένη.

[6.12.104] ναὶ μὴν καθάπερ τῷ Μωυσεῖ ἐκ τῆς δικαιοπραγίας καὶ τῆς κατὰ τὸ συνεχὲς πρὸς τὸν θεὸν τὸν λαλοῦντα αὐτῷ ὁμιλίας ἐπίχροιά τις ἐπεκάθιζε τῷ προσώπῳ δεδοξασμένη, οὕτως καὶ τῇ δικαίᾳ ψυχῇ θεία τις ἀγαθωσύνης δύναμις κατά τε ἐπισκοπὴν κατά τε τὴν προφητείαν κατά τε τὴν διοικητικὴν ἐνέργειαν ἐγχριπτομένη οἷον ἀπαυγάσματος νοεροῦ καθάπερ ἡλιακῆς ἀλέας ἐναποσημαίνεταί τι, δικαιοσύνης σφραγῖδα ἐπιφανῆ, φῶς ἡνωμένον ψυχῇ δἰ ἀγάπης ἀδιαστάτου, θεοφορουμένης. ἐνταῦθα ἡ ἐξομοίωσις ἡ πρὸς τὸν σωτῆρα θεὸν ἀνακύπτει τῷ γνωστικῷ, εἰς ὅσον ἀνθρωπίνῃ θεμιτὸν φύσει, γινομένῳ τελείῳ “ὡς ὁ πατήρ”, φησίν, “ὁ ἐν τοῖς οὐρανοῖς”. αὐτός ἐστιν ὁ εἰπών· “τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι”, ἐπεὶ καὶ ὁ θεός, οὐχ ᾗ φύσει ἀγαθός ἐστι, ταύτῃ μένει μακάριος καὶ ἄφθαρτος, “οὔτε πράγματ’ ἔχων οὔτε ἄλλῳ παρέχων” ποιῶν δὲ ἰδίως ἀγαθά, θεὸς ὄντως καὶ πατὴρ ἀγαθὸς ὤν τε καὶ γινόμενος ἐν ἀδιαλείπτοις εὐποιίαις, ἐν ταὐτότητι τῆς ἀγαθωσύνης ἀπαραβάτως μένει. τί γὰρ ὄφελος ἀγαθοῦ μὴ ἐνεργοῦντος μηδὲ ἀγαθύνοντος;