Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Livro 6

Livro 6

Capítulo 1

[6.1.1] Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἂν εἴη κατὰ τὸν βίον ὁ γνωστικός, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς [ὡς] ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὄντι θεοσεβῆ, τὸν τρόπον τῆς θρῃσκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι· ἐργάζεσθαι γὰρ “τὴν βρῶσιν τὴν εἰς αἰῶνα παραμένουσαν” ὁ κύριος ἐνετείλατο, καί που ὁ προφήτης λέγει· “μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ μόσχος καὶ ὄνος πατεῖ”, ὁ ἐκ νόμου καὶ ἐξ ἐθνῶν εἰς τὴν μίαν πίστιν συναγόμενος λαός. “ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει” κατὰ τὸν γενναῖον ἀπόστολον. φθάσας δὲ ὁ Παιδαγωγὸς ἡμῖν ἐν τρισὶ διαιρούμενος βίβλοις τὴν ἐκ παίδων ἀγωγήν τε καὶ τροφὴν παρέστησεν, τουτέστιν ἐκ κατηχήσεως συναύξουσαν τῇ πίστει πολιτείαν καὶ προπαρασκευάζουσαν τοῖς εἰς ἄνδρας ἐγγραφομένοις ἐνάρετον τὴν ψυχὴν εἰς ἐπιστήμης γνωστικῆς παραδοχήν. ἐναργῶς οὖν τῶν Ἑλλήνων μαθόντων ἐκ τῶν λεχθησομένων διὰ τῶνδε ἡμῖν, ὡς ἀνοσίως τὸν θεοφιλῆ διώκοντες ἀσεβοῦσιν αὐτοί, τότε ἤδη, προϊόντων τῶν ὑπομνημάτων κατὰ τὸν τῶν Στρωματέων χαρακτῆρα, ἐπιλυτέον τά τε ὑπὸ Ἑλλήνων τά τε ὑπὸ βαρβάρων προσαπορούμενα ἡμῖν περὶ τῆς τοῦ κυρίου παρουσίας.

[6.1.2] Ἐν μὲν οὖν τῷ λειμῶνι τὰ ἄνθη ποικίλως ἀνθοῦντα κἀν τῷ παραδείσῳ ἡ τῶν ἀκροδρύων φυτεία οὐ κατὰ εἶδος ἕκαστον κεχώρισται τῶν ἀλλογενῶν (ᾗ καὶ Λειμῶνάς τινες καὶ Ἑλικῶνας καὶ Κηρία καὶ Πέπλους συναγωγὰς φιλομαθεῖς ποικίλως ἐξανθισάμενοι συνεγράψαντο)· τοῖς δ’ ὡς ἔτυχεν ἐπὶ μνήμην ἐλθοῦσι καὶ μήτε τῇ τάξει μήτε τῇ φράσει διακεκαθαρμένοις, διεσπαρμένοις δὲ ἐπίτηδες ἀναμίξ, ἡ τῶν Στρωματέων ἡμῖν ὑποτύπωσις λειμῶνος δίκην πεποίκιλται. καὶ δὴ ὧδε ἔχοντες ἐμοί τε ὑπομνήματα εἶεν ἂν ζώπυρα, τῷ τε εἰς γνῶσιν ἐπιτηδείῳ, εἴ πως περιτύχοι τοῖσδε, πρὸς τὸ συμφέρον καὶ ὠφέλιμον μετὰ ἱδρῶτος ἡ ζήτησις γενήσεται· οὐ γὰρ μόνον τῶν σιτίων τὸν πόνον, πολὺ δὲ πλέον καὶ τῆς γνώσεως ἡγεῖσθαι δίκαιον, τοῖς διὰ στενῆς καὶ τεθλιμμένης τῆς κυριακῆς ὄντως ὁδοῦ εἰς τὴν ἀίδιον καὶ μακαρίαν παραπεμπομένοις σωτηρίαν· ἡ γνῶσις δὲ ἡμῶν καὶ ὁ παράδεισος ὁ πνευματικὸς αὐτὸς ἡμῶν ὁ σωτὴρ ὑπάρχει, εἰς ὃν καταφυτευόμεθα, μετατεθέντες καὶ μεταμοσχευθέντες εἰς τὴν γῆν τὴν ἀγαθὴν ἐκ βίου τοῦ παλαιοῦ· ἡ μεταβολὴ δὲ τῆς φυτείας εἰς εὐκαρπίαν συμβάλλεται. φῶς οὖν ὁ κύριος καὶ γνῶσις ἡ ἀληθής, εἰς ὃν μετετέθημεν.

[6.1.3] Λέγεται δὲ καὶ ἄλλως διττὴ ἡ γνῶσις, ἣ μὲν κοινῶς, ἡ ἐν πᾶσιν ἀνθρώποις ὁμοίως σύνεσίς τε καὶ ἀντίληψις κατὰ τὸ γνωρίζειν ἕκαστον τῶν ὑποκειμένων πανδήμως ἐμφαινομένη, ἧς οὐ μόνον αἱ λογικαὶ ⟨δυνάμεις⟩, ἀλλ’ ἴσως καὶ αἱ ἄλογοι μεθέξουσιν, ἣν οὐκ ἄν ποτε ἔγωγε γνῶσίν γε ὀνομάσαιμι, τὴν καὶ δἰ αἰσθητηρίων ἀντιλαμβάνεσθαι πεφυκυῖαν· ἡ δὲ ἐξαιρέτως ὀνομαζομένη γνῶσις ἀπὸ τῆς γνώμης καὶ τοῦ λόγου χαρακτηρίζεται, καθ’ ἣν μόναι αἱ λογικαὶ δυνάμεις γνώσεις γενήσονται, αἱ τοῖς νοητοῖς κατὰ ψιλὴν τὴν τῆς ψυχῆς ἐνέργειαν εἰλικρινῶς ἐπιβάλλουσαι· “χρηστὸς ἀνήρ”, φησὶν ὁ Δαβίδ, “ὁ οἰκτίρμων” τῶν παραπολλυμένων τῇ πλάνῃ “καὶ κιχρῶν” ἐκ μεταδόσεως τοῦ λόγου τῆς ἀληθείας, οὐχ ὡς ἔτυχεν, ἀλλὰ γὰρ “οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει”, ἐπιλογισμῷ βαθεῖ· οὗτος “ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν”.