Capítulo 8
[5.8.44] Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογικώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν.
Φασὶ γοῦν καὶ Ἰδανθούραν τὸν Σκυθῶν βασιλέα, ὡς ἱστορεῖ Φερεκύδης ὁ Σύριος, Δαρείῳ διαβάντι τὸν Ἴστρον πόλεμον ἀπειλοῦντα πέμψαι σύμβολον ἀντὶ τῶν γραμμάτων μῦν, βάτραχον, ὄρνιθα, ὀιστόν, ἄροτρον. ἀπορίας δὲ οὔσης, οἷα εἰκός, ἐπὶ τούτοις Ὀροντοπάτας μὲν ὁ χιλίαρχος ἔλεγεν παραδώσειν αὐτοὺς τὴν ἀρχήν, τεκμαιρόμενος ἀπὸ μὲν τοῦ μυὸς τὰς οἰκήσεις, ἀπὸ δὲ τοῦ βατράχου τὰ ὕδατα τὸν ἀέρα τε ἀπὸ τῆς ὄρνιθος καὶ ἀπὸ τοῦ ὀιστοῦ τὰ ὅπλα, ἀπὸ δὲ τοῦ ἀρότρου τὴν χώραν. Ξιφόδρης δὲ ἔμπαλιν ἡρμήνευσεν· ἔφασκεν γάρ· ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν ἢ ὡς μύες κατὰ τῆς γῆς ἢ ὡς οἱ βάτραχοι καθ’ ὕδατος δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη, τῆς γὰρ χώρας οὔκ ἐσμεν κύριοι.
Ἀνάχαρσίν τε τὸν Σκύθην φασὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν τῇ μὲν λαιᾷ τὰ αἰδοῖα, τῇ δεξιᾷ δὲ τὸ στόμα, αἰνιττόμενον δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἢ ἡδονῆς.
[5.8.45] Καὶ τί μοι περὶ τοὺς βαρβάρους ἐνδιατρίβειν, ἐξὸν αὐτοὺς τοὺς Ἕλληνας σφόδρα τῇ ἐπικρύψει κεχρημένους παραστῆσαι;
Ἀνδροκύδης γοῦν ὁ Πυθαγορικὸς τὰ Ἐφέσια καλούμενα γράμματα ἐν πολλοῖς δὴ πολυθρύλητα ὄντα συμβόλων ἔχειν φησὶ τάξιν, σημαίνειν δὲ Ἄσκιον μὲν τὸ σκότος, μὴ γὰρ ἔχειν τοῦτο σκιάν· φῶς δὲ Κατάσκιον, ἐπεὶ καταυγάζει τὴν σκιάν· Λίξ τέ ἐστιν ἡ γῆ κατὰ ἀρχαίαν ἐπωνυμίαν καὶ Τετρὰξ ὁ ἐνιαυτὸς διὰ τὰς ὥρας, Δαμναμενεὺς δὲ ὁ ἥλιος ὁ δαμάζων, τὰ Αἴσιά τε ἡ ἀληθὴς φωνή. σημαίνει δ’ ἄρα τὸ σύμβολον ὡς κεκόσμηται τὰ θεῖα, οἷον σκότος πρὸς φῶς καὶ ἥλιος πρὸς ἐνιαυτὸν καὶ γῆ πρὸς παντοίαν φύσεως γένεσιν.
Ἀλλὰ καὶ Διονύσιος ὁ Θρᾷξ ὁ γραμματικὸς ἐν τῷ Περὶ τῆς ἐμφάσεως περὶ τοῦ τῶν τροχίσκων συμβόλου φησὶ κατὰ λέξιν· “ἐσήμαινον γοῦν οὐ διὰ λέξεως μόνον, ἀλλὰ καὶ διὰ συμβόλων ἔνιοι τὰς πράξεις, διὰ λέξεως μὲν ὡς ἔχει τὰ λεγόμενα Δελφικὰ παραγγέλματα, τὸ ›μηδὲν ἄγαν‹ καὶ τὸ ›γνῶθι σαυτὸν‹ καὶ τὰ τούτοις ὅμοια, διὰ δὲ συμβόλων ὡς ὅ τε τροχὸς ὁ στρεφόμενος ἐν τοῖς τῶν θεῶν τεμένεσιν εἱλκυσμένος παρὰ Αἰγυπτίων καὶ τὸ τῶν θαλλῶν τῶν διδομένων τοῖς προσκυνοῦσι. φησὶ γὰρ Ὀρφεὺς ὁ Θρᾴκιος· “ † θαλλῶν δ’ ὅσσα βροτοῖσιν ἐπὶ χθονὸς ἔργα μέμηλεν, οὐδὲν ἔχει μίαν αἶσαν ἐπὶ φρεσίν, ἀλλὰ κυκλεῖται πάντα πέριξ, στῆναι δὲ καθ’ ἓν μέρος οὐ θέμις ἐστίν, ἀλλ’ ἔχει, ὡς ἤρξαντο, δρόμου μέρος ἶσον ἕκαστος. ” οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς δἰ ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλονται, ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι [αὖ] καίονται, οὕτως καὶ ⟨αὐ⟩τοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.”
[5.8.46] Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἑρμηνείας εἶδος εἰς πολλὰ καὶ πρὸς τὴν ὀρθὴν θεολογίαν συνεργοῦν καὶ πρὸς εὐσέβειαν καὶ πρὸς ἐπίδειξιν συνέσεως καὶ πρὸς βραχυλογίας ἄσκησιν καὶ σοφίας ἔνδειξιν· “σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολικῇ φράσει δεξιῶς”, φησὶν ὁ γραμματικὸς Δίδυμος, “καὶ τὸ γνωρίσαι τὸ διὰ ταύτης δηλούμενον.”
Ναὶ μὴν ἡ στοιχειωτικὴ τῶν παίδων διδασκαλία τὴν τῶν τεττάρων στοιχείων περιείληφεν ἑρμηνείαν. βέδυ μὲν γὰρ τοὺς Φρύγας τὸ ὕδωρ φησὶ καλεῖν, καθὰ καὶ Ὀρφεύς· “ καὶ βέδυ νυμφάων καταλείβεται ἀγλαὸν ὕδωρ. ” ἀλλὰ καὶ ὁ θύτης Δίων ὁμοίως φαίνεται γράφων· “καὶ βέδυ λαβὼν κατὰ χειρῶν καταχέου καὶ ἐπὶ τὴν ἱεροσκοπίην τρέπου.” ἔμπαλιν δὲ ὁ κωμικὸς Φιλύλλιος βέδυ τὸν ἀέρα βιόδωρον ὄντα διὰ τούτων γινώσκει· “ ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι, ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος, τὸ τὸν ἀέρα ἕλκειν καθαρόν, οὐ τεθολωμένον. ”
[5.8.47] συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεάνθης γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα. ζὰψ δὲ τὸ πῦρ οἳ μὲν παρὰ τὴν ζέσιν ἀμαθῶς ἐδέξαντο· καλεῖται δ’ οὕτως ἡ θάλασσα, ὡς Εὐφορίων ἐν ταῖς πρὸς Θεοδωρίδαν ἀντιγραφαῖς· “ ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει. ” Διονύσιός τε ὁ Ἴαμβος ὁμοίως· “ πόντου μαινομένοιο περιστείνει ἁλυκὴ ζάψ. ” ὁμοίως δὲ Κρατῖνος ὁ νεώτερος κωμικός· “ καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια. ” καὶ Σιμμίας ὁ Ῥόδιος· “ ἀμμὰς Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ. ” χθὼν δὲ ἡ γῆ εἰς μέγεθος κεχυμένη. καὶ πλῆκτρον οἳ μὲν τὸν πόλον, οἳ δὲ τὸν ἀέρα τὸν πάντα πλήσσοντα καὶ κινοῦντα εἰς φύσιν τε καὶ αὔξησιν ἢ τὸν πάντων πληρωτικόν.
[5.8.48] οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγει· ἐκ δὲ τοῦ ἡλίου σημαίνει καὶ τὰ λοιπὰ ἄστρα. σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν· ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα, καθὰ καὶ ὁ. Ἐμπεδοκλῆς φησιν· “ εἰ δ’ ἄγε τοι λέξω πρῶθ’ † ἥλιον ἀρχήν, ἐξ ὧν δῆλ’ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀὴρ Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα. ” Ἀπολλόδωρος δ’ ὁ Κερκυραῖος τοὺς στίχους τούσδε ὑπὸ Βράγχου ἀναφωνηθῆναι τοῦ μάντεως λέγει Μιλησίους καθαίροντος ἀπὸ λοιμοῦ. ὃ μὲν γὰρ ἐπιρραίνων τὸ πλῆθος δάφνης κλάδοις προκατήρχετο τοῦ ὕμνου ὧδέ πως· “ μέλπετε, ὦ παῖδες, ἑκάεργον καὶ ἑκαέργαν· ” ἐπέψαλλεν δὲ ὡς εἰπεῖν ὁ λαός· “βέδυ, ζάψ, χθώμ, πλῆκτρον, σφίγξ· κναξζβίχ, θύπτης, φλεγμό, δρώψ.” μέμνηται τῆς ἱστορίας καὶ Καλλίμαχος ἐν ἰάμβοις. κναξζβὶχ δὲ κατὰ παραγωγὴν ἡ νόσος παρὰ τὸ κναίειν καὶ διαφθείρειν, θῦψαί τε τὸ κεραυνῷ φλέξαι. Θέσπις μέντοι ὁ τραγικὸς διὰ τούτων ἄλλο τι σημαίνεσθαί φησιν ὧδέ πως γράφων· “ ἴδε σοι σπένδω κναξζβὶχ [τὸ] λευκὸν ἀπὸ θηλαμόνων θλίψας κνακῶν· ἴδε σοι θύπτην τυρὸν μίξας ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν δίκερως, τίθεμαι βωμῶν ἁγίων. ἴδε σοι Βρομίου [αἴθοπα] φλεγμὸν λείβω. ” αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ’ ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν “αἴθοπα οἶνον”, τὴν τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει. δρὼψ δὲ ὁ λόγος ὁ δραστήριος, ὁ ἐκ κατηχήσεως τῆς πρώτης εἰς αὔξησιν ἀνδρός, “εἰς μέτρον ἡλικίας”, ἐκφλέγων καὶ ἐκφωτίζων τὸν ἄνθρωπον.
[5.8.49] Ἀλλὰ καὶ τρίτος ὑπογραμμὸς φέρεται παιδικός· “μάρπτε, σφίγξ, κλώψ, ζβυχθηδόν·” σημαίνει δ’, οἶμαι, διὰ τῆς τῶν στοιχείων καὶ τοῦ κόσμου διοικήσεως τὴν ὁδὸν ἡμῖν δεῖν ἐπὶ τὴν τῶν τελειοτέρων γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνῳ περιγινομένης τῆς αἰωνίου σωτηρίας· μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν δὲ τὴν χαλεπότητα μηνύει, καὶ κλὼψ τὴν λανθάνουσαν κυρίου γνῶσιν ἅμα καὶ ἡμέραν δηλοῖ.
Τί δ’; οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ’ Ὀρφεῖ ἐκτιθέμενός φησι “κερκίσι καμπυλόχρωσι” τοῖς ἀρότροις μηνύεσθαι, “στήμοσι” δὲ τοῖς αὔλαξι· “μίτον” δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ “δάκρυα Διὸς” τὸν ὄμβρον δηλοῦν, “Μοίρας” τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ “λευκοστόλους” αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν “ἄνθιον” μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, “ἀργίδα” δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν, καὶ “Γοργόνιον” τὴν σελήνην διὰ τὸ ἐν αὐτῇ πρόσωπον, “Ἀφροδίτην” τε τὸν καιρὸν καθ’ ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῷ θεολόγῳ.
[5.8.50] Τοιαῦτα καὶ οἱ Πυθαγόρειοι ᾐνίσσοντο, Φερσεφόνης μὲν κύνας τοὺς πλανήτας, Κρόνου δὲ δάκρυον τὴν θάλασσαν ἀλληγοροῦντες. καὶ μυρία ἐπὶ μυρίοις εὕροιμεν ἂν ὑπό τε φιλοσόφων ὑπό τε ποιητῶν αἰνιγματωδῶς εἰρημένα, ὅπου γε καὶ ὅλα βιβλία ἐπικεκρυμμένην τὴν τοῦ συγγραφέως βούλησιν ἐπιδείκνυται, ὡς καὶ τὸ Ἡρακλείτου περὶ φύσεως, ὃς καὶ δἰ αὐτὸ τοῦτο Σκοτεινὸς προσηγόρευται. ὁμοία τούτῳ τῷ βιβλίῳ καὶ ἡ Φερεκύδους θεολογία τοῦ Συρίου. Εὐφορίων γὰρ ὁ ποιητὴς καὶ τὰ Καλλιμάχου Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάνδρα καὶ τὰ τούτοις παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικῶν ἔκκειται παισίν.
[5.8.51] Οὔκουν ἀπεικὸς καὶ τὴν βάρβαρον φιλοσοφίαν, περὶ ἧς ἡμῖν πρόκειται λέγειν, ἐπικεκρυμμένως καὶ διὰ συμβόλων προφητεύειν ἔν τισιν, ὡς ἀποδέδεικται. τοιαῦτα γοῦν καὶ ὁ Μωυσῆς παραινεῖ, τὰ κοινὰ δὴ ταῦτα· “οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα.” ὁ μὲν γὰρ χοῖρος φιλήδονον καὶ ἀκάθαρτον ἐπιθυμίαν τροφῶν καὶ ἀφροδισίων λίχνον καὶ μεμολυσμένην ἀκολασίαν μηνύει, ἀεὶ κνηστιῶσαν ὑλικήν τε καὶ ἐν βορβόρῳ κειμένην, εἰς σφαγὴν καὶ ἀπώλειαν πιαινομένην. ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν “μετὰ τῶν φοβουμένων τὸν κύριον καὶ μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου. τί δὲ τὸ διχηλοῦν; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται.” εἶτα ἐπιφέρει· “βλέπετε πῶς ἐνομοθέτησεν ὁ Μωυσῆς καλῶς. ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δικαίως νοήσαντες τὰς ἐντολάς, λαλοῦμεν ὡς ἠθέλησεν κύριος. διὰ τοῦτο περιέτεμε τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.”
[5.8.52] ναὶ μὴν ὅταν λέγῃ “οὐ φάγῃ τὸν ἀετόν, τὸν ὀξύπτερον καὶ τὸν ἰκτῖνον καὶ τὸν κόρακα”, “οὐ κολληθήσῃ, φησίν, οὐδὲ ὁμοιωθήσῃ τοῖς ἀνθρώποις τούτοις, οἳ οὐκ ἴσασι διὰ πόνου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν, ἀλλ’ ἐν ἁρπαγῇ καὶ ἀνομίᾳ βιοῦσιν·” ἀετὸς μὲν γὰρ ἁρπαγήν, ὀξύπτερος δὲ ἀδικίαν καὶ πλεονεξίαν ὁ κόραξ μηνύει. γέγραπται δέ· “μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.” κολλᾶσθαι οὖν τοῖς ἁγίοις προσήκει, “ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται”. ἐντεῦθεν ὁ Θέογνις γράφει· “ ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι συμμί⟨ς⟩γῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. ” ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγῃ “ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν”, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος, τὴν ἐπιθυμίαν, σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι “ἔρριψεν εἰς θάλασσαν”, εἰς τὰς κοσμικὰς ἀταξίας ἀποβαλών.
[5.8.53] οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν) καταπίπτειν φησίν. ᾗ καὶ τὸν Φαέθοντα δἰ ἀκρασίαν τῶν πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται.
Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ· νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖόν τι προορώμενον κατὰ τὴν γνῶσιν “ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον καὶ λαβόντες ἔρριψαν εἰς λάκκον, ὁ δὲ λάκκος κενὸς ὕδωρ οὐκ εἶχε”· τὴν ἐκ φιλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔρριψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἴγυπτον ἀπεμπολήσοντες τὴν τοῦ θείου λόγου ἔρημον. κενὸς δὲ ἐπιστήμης ὁ λάκκος, ἐν ᾧ ῥιφεὶς καὶ τὴν γνῶσιν ἀποδυσάμενος ὅμοιος τοῖς ἀδελφοῖς ἐδόκει γυμνὸς γνώσεως ὁ διαλεληθὼς σοφός. κατ’ ἄλλο σημαινόμενον εἴη [δ’] ἂν ἐπιθυμία ⟨τὸ⟩ ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον. “ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ”, φησί, “καὶ μὴ καλύψῃ αὐτόν, ἐμπέσῃ δ’ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον καὶ δώσει τῷ πλησίον, τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται.”
[5.8.54] ἐνταῦθά μοι τὴν προφητείαν ἐκείνην ἔπαγε· “ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐ συνῆκεν.” ἵνα οὖν μή τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκρ⟨ο⟩ατὴς γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρῆσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ ὄρεγε τοῖς τῆς ἀληθείας δεδιψηκόσιν. ἐπικρυπτόμενος δ’ οὖν πρὸς τοὺς οὐχ οἵους τε ὄντας παραδέξασθαι τὸ “βάθος τῆς γνώσεως” κατακάλυπτε τὸν λάκκον. ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως. “ἀργύριον δὲ δώσει”, τῷ παντοκρατορικῷ βουλήματι ὑπέχων λόγον καὶ εὐθύνας.
[5.8.55] Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου· ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως “οὔκ εἰμι” φησὶν “ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι κυρίου”· μὴ γὰρ ἄξιος εἶναι ὁμολογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς καθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμοῦ τὸν πόδα. τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματι· ὁ ⟨γὰρ⟩ διὰ τῆς αὐτοψίας τὸν θεσπιζόμενον δείξας, τὴν εἰς φανερὸν πόρρωθεν ὁδεύουσαν μηνύσας ἥκουσαν παρουσίαν, ὄντως ἔλυσεν τὸ πέρας τῶν λογίων τῆς οἰκονομίας, ἐκκαλύψας τὴν ἔννοιαν τῶν συμβόλων.
Καὶ τὰ παρὰ Ῥωμαίοις ἐπὶ τῶν διαθηκῶν γινόμενα τάξιν εἴληχε, τὰ διὰ δικαιοσύνην ἐκεῖνα ζυγὰ καὶ ἀσσάρια καρπισμοί τε καὶ αἱ τῶν ὤτων ἐπιψαύσεις, τὰ μὲν γὰρ ἵνα δικαίως γίνηται, τὰ δὲ εἰς τὸν τῆς τιμῆς μερισμόν, τὸ δ’ ὅπως ὁ παρατυχών, ὡς βάρους τινὸς αὐτῷ ἐπιτιθεμένου, ἑστὼς ἀκούσῃ καὶ τάξιν μεσίτου λάβῃ.