Livro 5
Capítulo 1
[5.1.1] Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ οἱ τὴν ⟨μὲν⟩ πίστιν ἡμῶν περὶ περὶ τοῦ υἱοῦ, τὴν δὲ γνῶσιν περὶ τοῦ πατρὸς εἶναι διαστέλλοντες. λέληθεν δὲ αὐτοὺς ὅτι πιστεῦσαι μὲν ἀληθῶς τῷ υἱῷ δεῖ, ὅτι τε υἱὸς καὶ ὅτι ἦλθεν καὶ πῶς καὶ διὰ τί καὶ περὶ τοῦ πάθους, γνῶναι δὲ ἀνάγκη τίς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ’ ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ· ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατήρ, υἱὸς δὲ περὶ πατρὸς ἀληθὴς διδάσκαλος. καὶ ἵνα τις πιστεύσῃ τῷ υἱῷ, γνῶναι δεῖ τὸν πατέρα πρὸς ὃν καὶ ὁ υἱός. αὖθίς τε ἵνα τὸν πατέρα ἐπιγνῶμεν, πιστεῦσαι δεῖ τῷ υἱῷ, ὅτι ὁ τοῦ θεοῦ υἱὸς διδάσκει· ἐκ πίστεως γὰρ εἰς γνῶσιν, διὰ υἱοῦ πατήρ· γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας. ἡμεῖς ἄρα ἐσμὲν οἱ ἐν τῷ ἀπιστουμένῳ πιστοὶ καὶ οἱ ἐν τῷ ἀγνώστῳ γνωστικοί, τουτέστιν ἐν τῷ πᾶσιν ἀγνοουμένῳ καὶ ἀπιστουμένῳ, ὀλίγοις δὲ πιστευομένῳ τε καὶ γινωσκομένῳ γνωστικοί· γνωστικοὶ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλ’ αὐτῇ τῇ θεωρίᾳ.
[5.1.2] “Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων·” πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων “ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω”, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει. ἀλλά τοι καὶ Ὅμηρος ὁ ποιητῶν πρεσβύτατος ἐπὶ τοῦ αἰσθάνεσθαι τῷ ἀκούειν, εἰδικῷ ἀντὶ γενικοῦ, χρησάμενος “μάλιστα δέ τ’ ἔκλυον αὐτοὶ” γράφει· τὸ γὰρ ὅλον ἡ συνῳδία καὶ ἡ συμφωνία τῆς ἀμφοῖν πίστεως εἰς ἓν πέρας καταγίνεται τὴν σωτηρίαν. μάρτυς ἡμῖν νημερτὴς ὁ ἀπόστολος λέγων· “ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.” καὶ πάλιν ὑποβὰς ἐπάγει· “δικαιοσύνη δὲ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν.” φαίνεται οὖν ὁ ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν ἐπιδεχομένην· ἡ μὲν γὰρ κοινὴ πίστις καθάπερ θεμέλιος ὑπόκειται (τοῖς γοῦν θεραπευθῆναι ποθοῦσιν ὁ κύριος πιστῶς κινουμένοις ἐπέλεγεν· “ἡ πίστις σου σέσωκέν σε·”), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὖ τῇ ἐκ μαθήσεως περιγινομένῃ καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ’ ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα μεταφυτεύειν δύνασθαι εἴρηται.
[5.1.3] ὅθεν αἰσθόμενοι τοῦ μεγαλείου τῆς δυνάμεως ἠξίουν προστιθέναι αὐτοῖς πίστιν τὴν ὡς “κόκκον σινάπεως” ἐπιδάκνουσαν ὠφελίμως τὴν ψυχὴν καὶ ἐν αὐτῇ αὔξουσαν μεγαλωστί, ὡς ἐπαναπαύεσθαι αὐτῇ τοὺς περὶ τῶν μεταρσίων λόγους. εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, [τὴν] νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλ’ οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει τὴν πίστιν. παρέλκουσι τοίνυν αἱ ἐντολαὶ αἵ τε κατὰ τὴν παλαιὰν αἵ τε κατὰ τὴν νέαν διαθήκην, φύσει σῳζομένου, ὡς Οὐαλεντῖνος βούλεται, τινὸς καὶ φύσει πιστοῦ καὶ ἐκλεκτοῦ ὄντος, ὡς Βασιλείδης νομίζει. ἦν δ’ ἂν καὶ δίχα τῆς τοῦ σωτῆρος παρουσίας χρόνῳ ποτὲ ἀναλάμψαι δύνασθαι τὴν φύσιν. εἰ δὲ ἀναγκαίαν τὴν ἐπιδημίαν τοῦ κυρίου φήσαιεν, οἴχεται αὐτοῖς τὰ τῆς φύσεως ἰδιώματα, μαθήσει καὶ καθάρσει καὶ τῇ τῶν ἔργων εὐποιίᾳ, ἀλλ’ οὐ φύσει σῳζομένης τῆς ἐκλογῆς.
[5.1.4] ὁ γοῦν Ἀβραὰμ δἰ ἀκοῆς πιστεύσας τῇ φωνῇ τῇ ὑπὸ τὴν δρῦν τὴν ἐν Μαμβρῇ ἐπαγγειλαμένῃ “σοὶ δίδωμι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου” ἤτοι ἐκλεκτὸς ἦν ἢ οὔ; ἀλλ’ εἰ μὲν οὐκ ἦν, πῶς εὐθέως ἐπίστευσεν οἷον φυσικῶς; εἰ δὲ ἦν ἐκλεκτός, λέλυται αὐτοῖς ἡ ὑπόθεσις, εὑρισκομένης καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης· “ἐλογίσθη γὰρ αὐτῷ εἰς δικαιοσύνην.” ἐὰν γάρ τις τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα [καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης] τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ’ αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι μαθήσει ἢ καὶ μιμήσει τούτου. ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατ’ αὐτοὺς ὁ ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ ἢ δόλῳ. καὶ πῶς ἔτι ἀγαθὸς ὁ οὕτως καὶ ὕστερος; εἰ δὲ ὁ τόπος διαφέρει καὶ ἡ μονὴ τοῦ παντοκράτορος λείπεται ἀπὸ τῆς τοῦ ἀγαθοῦ θεοῦ μονῆς, ἀλλ’ ἡ τοῦ σῴζοντος βούλησις οὐκ ἀπολείπεται τοῦ ἀγαθοῦ ἥ γε προκατάρξασα.
[5.1.5] Ἀνόητοι ἄρα οἱ ἄπιστοι ἐκ τῶν προδιηνυσμένων ἡμῖν δείκνυνται· “αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι καὶ οὐκ ἴσασιν εἰρήνην” φησὶν ὁ προφήτης· “τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτεῖσθαι” ὁ θεσπέσιος παρῄνεσε Παῦλος, “ὅτι γεννῶσι μάχας”· ὅ τε Αἰσχύλος κέκραγε· “ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. ” τὴν μὲν γὰρ μετὰ πίστεως συνιοῦσαν ζήτησιν, ἐποικοδομοῦσαν τῷ θεμελίῳ τῆς πίστεως τὴν μεγαλοπρεπῆ τῆς ἀληθείας γνῶσιν, ἀρίστην ἴσμεν. ἴσμεν δὲ ὡς ἄρα οὔτε τὰ φανερὰ ζητεῖται (οἷον εἰ ἡμέρα ἐστὶν ἡμέρας οὔσης), οὔτε τὰ ἄδηλα καὶ οὐδέποτε γενησόμενα φανερά (ὡς τὸ εἰ ἄρτιοί εἰσιν οἱ ἀστέρες ἢ περιττοί), ἀλλ’ οὐδὲ τὰ ἀντιστρέφοντα (ἀντιστρέφει δὲ ἃ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι λόγον ἐπ’ ἴσης ἔστιν εἰπεῖν, ὡς τὸ εἰ ζῷον τὸ κατὰ γαστρὸς ἢ οὐ ζῷον)· τέταρτός ἐστι τρόπος, ὅταν ἐκ θατέρου τούτων μέρους ἀναντίρρητον καὶ ἄλυτον ἐνθύμημα προτείνηται. εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται· προτείνομεν γὰρ αὐτοῖς τὸ ἀναντίρρητον ἐκεῖνο, ὃ ὁ θεός ἐστιν ὁ λέγων καὶ περὶ ἑνὸς ἑκάστου ὧν ἐπιζητῶ παριστὰς ἐγγράφως.
[5.1.6] τίς οὖν οὕτως ἄθεος ⟨ὡς⟩ ἀπιστεῖν θεῷ καὶ τὰς ἀποδείξεις ὡς παρὰ ἀνθρώπων ἀπαιτεῖν τοῦ θεοῦ; πάλιν τῶν ζητημάτων ἃ μὲν αἰσθήσεως δεῖται, οἷον ἐὰν ζητῇ τις, εἰ τὸ πῦρ θερμὸν ἢ ἡ χιὼν λευκή· τινὰ δὲ νουθεσίας καὶ ἐπιπλήξεως, ὥς φησιν Ἀριστοτέλης, ὡς τὸ ἐρώτημα ἐκεῖνο, εἰ χρὴ γονεῖς τιμᾶν. ἔστιν δὲ ἃ καὶ κολάσεως ἄξια, ὁποῖόν ἐστι τὸ αἰτεῖν ἀποδείξεις, εἰ πρόνοιά ἐστι. προνοίας τοίνυν οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τήν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα πειρᾶσθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἔκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων· ὁ δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναί τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὖ ζῆν ἐθέλων ἡμᾶς· ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.
[5.1.7] Ἐπεὶ δὲ οἳ μὲν ἄπιστοι, οἳ δὲ ἐριστικοί, οὐ πάντες τυγχάνουσι τῆς τελειότητος τοῦ ἀγαθοῦ. οὔτε γὰρ ἄνευ προαιρέσεως τυχεῖν οἷόν τε, οὐ μὴν οὐδὲ τὸ πᾶν ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται, οἷον τὸ ἀποβησόμενον. “χάριτι γὰρ σῳζόμεθα”, οὐκ ἄνευ μέντοι τῶν καλῶν ἔργων, ἀλλὰ δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν τινα περιποιήσασθαι πρὸς αὐτό· δεῖ δὲ καὶ τὴν γνώμην ὑγιῆ κεκτῆσθαι τὴν ἀμετανόητον πρὸς τὴν θήραν τοῦ καλοῦ, πρὸς ὅπερ μάλιστα τῆς θείας χρῄζομεν χάριτος διδασκαλίας τε ὀρθῆς καὶ εὐμαθείας ἁγνῆς καὶ τῆς τοῦ πατρὸς πρὸς αὑτὸν ὁλκῆς· ἐνδεδεμένοι γὰρ τῷ γεώδει σώματι τῶν μὲν αἰσθητῶν διὰ σώματος ἀντιλαμβανόμεθα, τῶν δὲ νοητῶν δἰ αὐτῆς τῆς λογικῆς ἐφαπτόμεθα δυνάμεως. ἐὰν δέ τις αἰσθητῶς τὰ πάντα καταλήψεσθαι προσδοκήσῃ. πόρρωθεν τῆς ἀληθείας πέπτωκεν· πνευματικῶς γοῦν ὁ ἀπόστολος ἐπὶ τῆς γνώσεως τοῦ θεοῦ γράφει· “βλέπομεν γὰρ νῦν ὡς δἰ ἐσόπτρου, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.” ὀλίγοις γὰρ ἡ τῆς ἀληθείας θέα δέδοται. λέγει γοῦν καὶ Πλάτων ἐν τῇ Ἐπινομίδι· “οὔ φημι δυνατὸν εἶναι πᾶσιν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γίνεσθαι πλὴν ὀλίγων· μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων.” τὰ ἴσα τούτοις βούλεται τὰ παρὰ Μωυσεῖ· “οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται·” δῆλον γὰρ μηδένα ποτὲ δύνασθαι παρὰ τὸν τῆς ζωῆς χρόνον τὸν θεὸν ἐναργῶς καταλαβέσθαι· “οἱ καθαροὶ δὲ τῇ καρδίᾳ τὸν θεὸν ὄψονται”, ἐπὰν εἰς τὴν ἐσχάτην ἀφίκωνται τελείωσιν. ἐπεὶ γὰρ ἠσθένει πρὸς κατάληψιν τῶν ὄντων ἡ ψυχή, θείου διδασκάλου ἐδεήθημεν· καταπέμπεται ὁ σωτήρ, τῆς ἀγαθοῦ κτήσεως διδάσκαλός τε καὶ χορηγός, τὸ ἀπόρρητον τῆς μεγάλης προνοίας ἅγιον γνώρισμα.
[5.1.8] “ποῦ τοίνυν γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;” φησί. καὶ πάλιν· “ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω”, τῶν δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι. παγκάλως γοῦν Ἱερεμίας φησί· “τάδε λέγει κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους αἰωνίας, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.” “ἐρωτήσατε”, φησί, καὶ πύθεσθε παρὰ τῶν εἰδότων ἀφιλονίκως καὶ ἀδηρίτως. μαθόντες δὲ ἄρα τῆς ἀληθείας τὴν ὁδὸν εὐθεῖαν βαδίζωμεν ἀμεταστρεπτί, ἄχρις ἂν περιτύχωμεν τῷ ποθουμένῳ. εἰκότως ἄρα ὁ μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὄνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων ἁπάντων Πίστεως καὶ Εἰρήνης ἱερὸν ἱδρύσατο. “τῷ δὲ Ἀβραὰμ πιστεύσαντι δικαιοσύνη ἐλογίσθη.” οὗτος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν κινουμένων φιλοσοφίαν μετιὼν Ἀβρὰμ ἐκαλεῖτο, ὃ μεθερμηνεύεται “πατὴρ μετέωρος”· ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον, εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς καὶ φιλόθεος γενόμενος. ἑρμηνεύεται μὲν γὰρ “πατὴρ ἐκλεκτὸς ἠχοῦς”· ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς, ἐξειλεγμένος δὲ ὁ τοῦ σπουδαίου νοῦς.
[5.1.9] Καί μοι σφόδρα ἐπαινεῖν ἔπεισι τὸν Ἀκραγαντῖνον ποιητὴν ἐξυμνοῦντα τὴν πίστιν ὧδέ πως· “ ὦ φίλοι, οἶδα μὲν οὕνεκ’ ἀληθείη παρὰ μύθοις, οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη ⟨ἥ⟩ γε τέτυκται ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή. ” διὰ τοῦτο καὶ ὁ ἀπόστολος παρακαλεῖ, “ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων” τῶν πείθειν ἐπαγγελλομένων, “ἀλλ’ ἐν δυνάμει θεοῦ”, τῇ μόνῃ καὶ ἄνευ τῶν ἀποδείξεων διὰ ψιλῆς τῆς πίστεως σῴζειν δυναμένῃ. “† δοκεόντων γὰρ ὁ δοκιμώτατος γινώσκει φυλάσσειν· καὶ μέντοι καὶ δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας,” ὁ Ἐφέσιός φησιν. οἶδεν γὰρ καὶ οὗτος ἐκ τῆς βαρβάρου φιλοσοφίας μαθὼν τὴν διὰ πυρὸς κάθαρσιν τῶν κακῶς βεβιωκότων, ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωικοί· καθ’ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι, τοῦτ’ ἐκεῖνο τὴν ἀνάστασιν περιέποντες. ὁ δὲ Πλάτων τὴν γῆν χρόνοις τισὶ διὰ πυρὸς καθαίρεσθαι καὶ ὕδατος ὧδέ πώς φησι· “πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ καὶ ἄλλοις ἕτεραι βραχύτεραι.” καὶ μετ’ ὀλίγα ἐπιφέρει· “τὸ δ’ ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ’ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γινομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.” ἔπειτα περὶ τοῦ κατακλυσμοῦ ἐποίσει· “ὅταν δ’ αὖ θεοὶ γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται, βουκόλοι νομεῖς, οἱ δ’ ἐν ταῖς παρ’ ἡμῖν πόλεσιν εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν φέρονται.”
[5.1.10] Παρεστήσαμεν δ’ ἐν τῷ πρώτῳ Στρωματεῖ κλέπτας λέγεσθαι τοὺς τῶν Ἑλλήνων φιλοσόφους, παρὰ Μωυσέως καὶ τῶν προφητῶν τὰ κυριώτατα τῶν δογμάτων οὐκ εὐχαρίστως εἰληφότας. οἷς δὴ κἀκεῖνα προσθήσομεν, ὡς οἱ ἄγγελοι ἐκεῖνοι οἱ τὸν ἄνω κλῆρον εἰληχότες κατολισθήσαντες εἰς ἡδονὰς ἐξεῖπον τὰ ἀπόρρητα ταῖς γυναιξίν, ὅσα γε εἰς γνῶσιν αὐτῶν ἀφῖκτο, κρυπτόντων τῶν ἄλλων ἀγγέλων, μᾶλλον δὲ τηρούντων εἰς τὴν τοῦ κυρίου παρουσίαν. ἐκεῖθεν ἡ τῆς προνοίας διδασκαλία ἐρρύη καὶ ἡ τῶν μετεώρων ἀποκάλυψις. τῆς προφητείας δὲ ἤδη εἰς τοὺς τῶν Ἑλλήνων ⟨ποιητὰς⟩ διαδοθείσης ἡ δογματικὴ πραγματεία τοῖς φιλοσόφοις πῇ μὲν ἀληθὴς κατὰ στοχ⟨ασμ⟩ὸν ἐπιβαλλομένοις, πῇ δὲ πεπλανημένη τὸ ἐπικεκρυμμένον τῆς προφητικῆς ἀλληγορίας μὴ συνιέντων γέγονεν, ὃ καὶ παρασημήνασθαι πρόκειται διὰ βραχέων ἐπιδραμοῦσι τὰ κατεπείγοντα.
[5.1.11] Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν. οὐ γὰρ τοῦτο λέγω μηδ’ ὅλως ζητεῖν· “ζήτει γάρ, καὶ εὑρήσεις” λέγει. “ τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον, ” κατὰ τὸν Σοφοκλέα. τὰ δ’ ὅμοια καὶ Μένανδρος ὁ κωμικὸς λέγει· “ πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι. ” ἀλλὰ τὸ μὲν διορατικὸν τῆς ψυχῆς ἀποτείνειν πρὸς τὴν εὕρεσιν χρὴ καὶ τὰ ἐμποδὼν διακαθαίρειν φιλονικίαν τε αὖ καὶ φθόνον καὶ τὴν ἔριν αὐτὴν τὴν κάκιστα ἐξ ἀνθρώπων ὀλουμένην ἀπορρῖψαι τέλεον. παγκάλως γὰρ ὁ Φλειάσιος Τίμων γράφει· “ φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα, Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος· ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα ἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει. ” ἔπειτα ὀλίγον ὑποβὰς ἐπιφέρει· “ τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι; Ἠχοῦς σύνδρομος ὄχλος· ὃ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοὶ ” περὶ ψευδαποφάσκοντος λόγου καὶ κερατίνου διαλεληθότος τε αὖ καὶ κροκοδειλίνου σωρίτου τε ἔτι καὶ ἐγκεκαλυμμένου περί τε ἀμφιβολιῶν καὶ σοφισμάτων.
[5.1.12] Τὸ δὲ ἄρα ζητεῖν περὶ θεοῦ, ἂν μὴ εἰς ἔριν, ἀλλὰ εἰς εὕρεσιν τείνῃ, σωτήριόν ἐστι. γέγραπται γὰρ ἐν τῷ Δαβίδ· “φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσεται ἡ καρδία αὐτῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.” οἱ γὰρ ζητοῦντες κατὰ τὴν ζήτησιν τὴν ἀληθῆ αἰνοῦντες κύριον ἐμπλησθήσονται τῆς δόσεως τῆς παρὰ τοῦ θεοῦ, τουτέστι τῆς γνώσεως, καὶ ζήσεται ἡ ψυχὴ αὐτῶν· καρδία γὰρ ἡ ψυχὴ ἀλληγορεῖται ἡ τὴν ζωὴν χορηγήσασα, ὅτι δἰ υἱοῦ ὁ πατὴρ γνωρίζεται. οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἱ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι κατάγνυνται καὶ αὐταί. τὸν αὐτὸν γὰρ τρόπον καὶ οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἁγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν ἀποπίπτουσιν.
[5.1.13] οὔκουν εἰκῇ τοῖς παιδίοις παρακελευόμεθα τῶν ὤτων λαμβανομένοις φιλεῖν τοὺς προσήκοντας, τοῦτο δήπου αἰνιττόμενοι δἰ ἀκοῆς ἐγγίγνεσθαι τῆς ἀγάπης τὴν συναίσθησιν, “ἀγάπη δὲ ὁ θεὸς” ὁ τοῖς ἀγαπῶσι γνωστός, ὡς “πιστὸς ὁ θεὸς” ὁ τοῖς πιστοῖς παραδιδόμενος διὰ τῆς μαθήσεως. καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ δἰ ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν πειθομένων ἡμῖν παίδων. καὶ τοῦτο ἦν ὃ ᾐνίξατο ὅστις ἄρα ἦν ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώ· “ ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δ’ ἐστὶ φρονεῖν ὅσια. ” “κἂν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε”, φησίν, “εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·” ἐνταῦθα γὰρ ὁ νεὼς τοῦ θεοῦ, τρισὶν ἡδρασμένος θεμελίοις, πίστει, ἐλπίδι, ἀγάπῃ, φαίνεται.