Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 25

Capítulo 25

[4.25.155] “ Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συνέστη καὶ † ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν ἔργων μελέτημα προσίζει. ” εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι· νοῦς δὲ χώρα ἰδεῶν, νοῦς δὲ ὁ θεός. τὸν ⟨οὖν⟩ ἀοράτου θεοῦ θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζῶντα εἴρηκεν καὶ ἐν τῷ Σοφιστῇ δὲ τὸν Ἐλεάτην ξένον διαλεκτικὸν ὄντα ὁ Σωκράτης θεὸν ὠνόμασεν, οἵους τοὺς θεοὺς “ξείνοισιν ἐοικότας ἀλλοδαποῖσιν” ἐπιφοιτῶντας τοῖς ἄστεσιν […]. ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβᾶσα καθ’ ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ “κορυφαῖος”, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ [τε] ἔσται, θεωρητικὸς ὤν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι “οἶος πεπνυμένος, τοὶ δ’ ὡς σκιαὶ ἀίσσουσιν·” νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς. ὅθεν Ἱερεμίας λέγει· “πληρώσω αὐτὴν νεκρῶν γηγενῶν, οὓς ἔπαισεν ἡ ὀργή μου.”

[4.25.156] ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἄλλα τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἔχει καὶ διέξοδον. πᾶσαι δὲ αἱ δυνάμεις τοῦ πνεύματος συλλήβδην μὲν ἕν τι πρᾶγμα γενόμεναι συντελοῦσιν εἰς τὸ αὐτό, τὸν υἱόν, ἀπαρέμφατος δέ ἐστι τῆς περὶ ἑκάστης αὐτοῦ τῶν δυνάμεων ἐννοίας. καὶ δὴ οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἕν, οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ’ ὡς πάντα ἕν. ἔνθεν καὶ πάντα· κύκλος γὰρ [ὁ] αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλουμένων καὶ ἑνουμένων.

[4.25.157] διὰ τοῦτο “ἄλφα καὶ ὦ” ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχήν, οὐδαμοῦ διάστασιν λαβών. διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ τὸ δἰ αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι, ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστῆσαι διστάσαι ἐστὶ καὶ διαστῆναι καὶ μερισθῆναι. “διὰ τοῦτο τάδε λέγει κύριος· πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος [ἐστι] σαρκί”, τουτέστιν ἀκάθαρτος σώματί τε καὶ πνεύματι, “οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενῶν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλ’ ἢ οἱ Λευῖται.” ἀλλογενεῖς δὲ εἴρηκεν τοὺς μὴ πιστεῦσαι βουληθέντας, ἀλλ’ ἀπιστεῖν ἐθέλοντας.

[4.25.158] μόνοι τοίνυν οἱ καθαρῶς βιοῦντες ἱερεῖς ὄντως τοῦ θεοῦ. διὰ τοῦτο πασῶν περιτεμνομένων τῶν φυλῶν ἁγιώτεραι ἐλογίσθησαν αἱ εἰς ἀρχιερεῖς τε καὶ βασιλεῖς καὶ προφήτας χρίουσαι. ὅθεν μηδὲ ἅπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδ’ ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλ’ ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ ἐνσωμάτου καὶ νεκρᾶς καὶ διὰ τοῦτο βδελυκτῆς. μόνῳ οὖν πατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρὶ τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενεῖς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρ’ ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν. καθαρίζονται δὲ καὶ οὗτοι ἡμέραις ἑπτὰ δἰ ὅσων ἡ γένεσις τελειοῦται· τῇ ἑβδόμῃ γὰρ ἡ ἀνάπαυσις θρῃσκεύεται, τῇ δὲ ὀγδόῃ ἱλασμὸν προσφέρει, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, καθ’ ὃν ἱλασμὸν ἔστι λαβεῖν [ἐστι] τὴν ἐπαγγελίαν.

[4.25.159] τέλειος δ’, οἶμαι, καθαρισμὸς ἡ διὰ νόμου καὶ προφητῶν εἰς τὸ εὐαγγέλιον πίστις· ἱλασμὸς δὲ ἡ δἰ ὑπακοῆς πάσης ἁγνεία σὺν καὶ τῇ ἀποθέσει τῶν κοσμικῶν εἰς τὴν ἐκ τῆς ἀπολύσεως τῆς ψυχῆς εὐχάριστον τοῦ σκήνους ἀπόδοσιν. εἴτ’ οὖν ὁ χρόνος εἴη ὁ διὰ τῶν ἑπτὰ περιόδων τῶν ἀριθμουμένων εἰς τὴν ἀκροτάτην ἀνάπαυσιν ἀποκαθιστὰς εἴτε ἑπτὰ οὐρανοί, οὕς τινες ἀριθμοῦσι κατ’ ἐπανάβασιν, εἴτε καὶ ἡ ἀπλανὴς χώρα ἡ πλησιάζουσα τῷ νοητῷ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν. ἐπὶ γοῦν ταῖς ἑπτὰ ἡμέραις τὰ ἱερεῖα ὑπὲρ ἁμαρτιῶν θύεται, ἔτι γὰρ τροπῆς εὐλάβεια καὶ τῆς ἑβδόμης ἅπτεται περιφορᾶς.

[4.25.160] Ἰὼβ δὲ ὁ δίκαιος “αὐτὸς” φησὶ “γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ”, οὐ κτημάτων γυμνός (τοῦτο μὲν γὰρ μικρόν τε καὶ κοινόν), ἀλλ’ ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ ἁμαρτίας καὶ τοῦ ἑπομένου τοῖς ἀδίκως βιώσασιν ἀειδοῦς εἰδώλου· τοῦτο γὰρ ἦν τὸ εἰρημένον “ἐὰν μὴ στραφέντες γένησθε ὡς τὰ παιδία”, καθαροὶ μὲν τὴν σάρκα, ἅγιοι δὲ τὴν ψυχὴν κατὰ ἀποχὴν κακῶν ἔργων, δεικνύντος ⟨τοῦ θεοῦ⟩ ὅτι τοιούτους ἡμᾶς εἶναι βούλεται, οἵους καὶ γεγέννηκεν ἐκ μήτρας ὕδατος· γένεσις γὰρ γένεσιν διαδεχομένη κατὰ προκοπὴν ἀπαθανατίζειν βούλεται, “τῶν δὲ ἀσεβῶν ὁ λύχνος σβεσθήσεται”.

[4.25.161] ναὶ μὴν τὴν κατά τε σῶμα κατά τε ψυχὴν ἁγνείαν, ἣν μέτεισιν ὁ γνωστικός, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως· “ἡ δὲ παρθένος ἦν καλή, ⟨παρθένος ἦν,⟩ ἀνὴρ οὐκ ἔγνω αὐτήν.” Ῥεβέκκα δὲ ἑρμηνεύεται θεοῦ δόξα, θεοῦ δὲ δόξα ἀφθαρσία. αὕτη ἡ τῷ ὄντι δικαιοσύνη, μὴ πλεονεκτεῖν ἐν θατέρῳ, ὅλον δὲ εἶναι ἡγιασμένον νεὼν τοῦ κυρίου. δικαιοσύνη οὖν ἐστιν εἰρήνη βίου καὶ εὐστάθεια, ἐφ’ ἣν ὁ κύριος ἀπέλυε λέγων· “ἄπελθε εἰς εἰρήνην·” Σαλὴμ γὰρ ἑρμηνεύεται εἰρήνη, ἧς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται βασιλεύς, ὅν φησι Μωυσῆς, “Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,” ὁ τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον εὐχαριστίας. καὶ δὴ ἑρμηνεύεται ὁ Μελχισεδὲκ βασιλεὺς δίκαιος, συνωνυμία δέ ἐστι δικαιοσύνης καὶ εἰρήνης.

[4.25.162] Βασιλείδης δὲ ὑποστατὰς Δικαιοσύνην τε καὶ τὴν θυγατέρα αὐτῆς τὴν Εἰρήνην ὑπολαμβάνει ἐν ὀγδοάδι μένειν ἐνδιατεταγμένας.

Μετιτέον δὴ ἀπὸ τῶν φυσικωτέρων ἐπὶ τὰ προφανέστερα ⟨τὰ⟩ ἠθικά· ὁ γὰρ περὶ ἐκείνων λόγος μετὰ τὴν ἐν χερσὶ πραγματείαν ἕψεται. αὐτὸς οὖν ἡμᾶς ὁ σωτὴρ ἀτεχνῶς κατὰ τὴν τραγῳδίαν μυσταγωγεῖ, “ ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια. ” κἂν πύθῃ· “ τὰ δὲ ὄργια ἐστὶ τίν’ ἰδέαν ἔχοντά σοι; ” ἀκούσῃ πάλιν· “ ἄρρητ’ ἀβακχεύτοισιν εἰδέναι βροτῶν, ” κἂν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω· “ οὐ θέμις ἀκοῦσαί σε, ἔστι[ν] δ’ ἄξἰ εἰδέναι· ἀσέβειαν ἀσκοῦντα ὄργἰ ἐχθαίρει θεοῦ· ” ὁ θεὸς δὲ ἄναρχος, ἀρχὴ τῶν ὅλων παντελής, ἀρχῆς ποιητικός. ᾗ μὲν οὖν ἐστιν οὐσία, ἀρχὴ τοῦ φυσικοῦ τόπου· καθ’ ὅσον ἐστὶν τἀγαθόν, τοῦ ἠθικοῦ· ᾗ δ’ αὖ ἐστι νοῦς. τοῦ λογικοῦ καὶ κριτικοῦ τόπου· ὅθεν καὶ διδάσκαλος μόνος ὁ λόγος. υἱὸς τοῦ νοῦ πατρός, ὁ παιδεύων τὸν ἄνθρωπον.