Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 10

Capítulo 10

[4.10.76] Ἐπὰν δ’ ἔμπαλιν εἴπῃ “ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην,” οὐχ ὡς κακὸν ⟨ὂν⟩ τὸ διώκεσθαι παραινεῖ φεύγειν οὐδ’ ὡς θάνατον φοβουμένους διὰ φυγῆς ἐκκλίνειν προστάττει τοῦτον· βούλεται δὲ ἡμᾶς μηδενὶ αἰτίους μηδὲ συναιτίους κακοῦ τινος γίνεσθαι, σφίσιν τε αὐτοῖς πρὸς δὲ καὶ τῷ διώκοντι καὶ τῷ ἀναιροῦντι· τρόπον γάρ τινα παραγγέλλει αὐτὸν περιίστασθαι, ὁ δὲ παρακούων τολμηρὸς καὶ ῥιψοκίνδυνος.

[4.10.77] εἰ δὲ ὁ ἀναιρῶν “ἄνθρωπον θεοῦ” εἰς θεὸν ἁμαρτάνει, καὶ τοῦ ἀποκτειννύντος αὐτὸν ἔνοχος καθίσταται ὁ ἑαυτὸν προσάγων τῷ δικαστηρίῳ· οὗτος δ’ ἂν εἴη ὁ μὴ περιστελλόμενος τὸν διωγμόν, ἁλώσιμον διὰ θράσος παρέχων ἑαυτόν. οὗτός ἐστι τὸ ὅσον ἐφ’ ἑαυτῷ ὁ συνεργὸς γινόμενος τῇ τοῦ διώκοντος πονηρίᾳ, εἰ δὲ καὶ προσερεθίζοι, τέλεον αἴτιος, ἐκκαλούμενος τὸ θηρίον. ὡς δ’ αὕτως κἂν αἰτίαν μάχης παράσχῃ τινὰ ἢ ζημίας ἢ ἔχθρας ἢ δίκης, ἀφορμὴν ἐγέννησε διωγμοῦ. διὰ τοῦτ’ οὖν μηδενὸς ἀντέχεσθαι τῶν ἐν τῷ βίῳ προστέτακται ἡμῖν. ἀλλὰ καὶ τῷ αἴροντι τὸ ἱμάτιον καὶ τὸν χιτῶνα προσδιδόναι, οὐχ ἵνα ἀπροσπαθεῖς διαμένωμεν μόνον, ἀλλ’ ὡς μὴ ἀντιποιούμενοι τοὺς ἐπιδικαζομένους ἐφ’ ἑαυτοὺς ἀγριαίνωμεν καὶ δἰ ἡμῶν ἐπὶ τὴν τοῦ ὀνόματος διακινῶμεν βλασφημίαν.