Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 6

Capítulo 6

[3.6.45] Τοῖς δὲ εὐφήμως δἰ ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γάμον καὶ παιδοποιίαν μηδὲ ἀντεισάγειν τῷ κόσμῳ δυστυχήσοντας ἑτέρους μηδὲ ἐπιχορηγεῖν τῷ θανάτῳ τροφὴν ἐκεῖνα λεκτέον· πρῶτον μὲν τὸ τοῦ ἀποστόλου Ἰωάννου· “καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν ἐγνώκαμεν ὅτι ἐσχάτη ὥρα ἐστίν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν.” ἔπειτα καὶ διαστρεπτέον αὐτοὺς τὰ ὑπ’ αὐτῶν φερόμενα διαλύοντας ὧδέ πως· τῇ Σαλώμῃ ὁ κύριος πυνθανομένῃ, “μέχρι πότε θάνατος ἰσχύσει;” οὐχ ὡς κακοῦ τοῦ βίου ὄντος καὶ τῆς κτίσεως πονηρᾶς, “μέχρις ἂν” εἶπεν “ὑμεῖς αἱ γυναῖκες τίκτητε,” ἀλλ’ ὡς τὴν ἀκολουθίαν τὴν φυσικὴν διδάσκων· γενέσει γὰρ πάντως ἕπεται καὶ φθορά.

[3.6.46] τρυφῆς μὲν οὖν καὶ πάσης ἀκοσμίας ἡμᾶς ὁ νόμος ἐξάγειν προῄρηται, καὶ τοῦτό ἐστιν αὐτοῦ τέλος, ἐκ τῆς ἀδικίας ἡμᾶς εἰς δικαιοσύνην ὑπάγειν, γάμους τε αἱρουμένους σώφρονας καὶ παιδοποιίας καὶ πολιτείας. ὁ δὲ κύριος “οὐ καταλύειν τὸν νόμον ἀφικνεῖται, ἀλλὰ πληρῶσαι”· πληρῶσαι δὲ οὐχ ὡς ἐνδεῆ, ἀλλὰ τῷ τὰς κατὰ νόμον προφητείας ἐπιτελεῖς γενέσθαι κατὰ τὴν αὑτοῦ παρουσίαν, ἐπεὶ τὰ τῆς ὀρθῆς πολιτείας καὶ τοῖς δικαίως βεβιωκόσι πρὸ τοῦ νόμου διὰ τοῦ λόγου ἐκηρύσσετο. οἱ τοίνυν πολλοὶ τὴν ἐγκράτειαν οὐκ εἰδότες σώματι πολιτεύονται, ἀλλ’ οὐ πνεύματι. γῆ δὲ καὶ σποδὸς τὸ σῶμα ἄνευ πνεύματος. αὐτίκα μοιχείαν ἐξ ἐνθυμήσεως κρίνει ὁ κύριος· τί γάρ; οὐκ ἔστι καὶ γάμῳ ἐγκρατῶς χρῆσθαι καὶ μὴ πειρᾶσθαι διαλύειν “ὃ συνέζευξεν ὁ θεός”; τοιαῦτα γὰρ διδάσκουσιν οἱ τῆς συζυγίας μερισταί, δἰ οὓς καὶ τὸ ὄνομα βλασφημεῖται. μιαρὰν δὲ εἶναι τὴν συνουσίαν λέγοντες οὗτοι οἱ τὴν σύστασιν καὶ αὐτοὶ ἐκ συνουσίας εἰληφότες πῶς οὐκ ἂν εἶεν μιαροί;

[3.6.47] τῶν δὲ ἁγιασθέντων ἅγιον οἶμαι καὶ τὸ σπέρμα. ἡγιάσθαι μὲν οὖν ἡμῖν ὀφείλει οὐ μόνον τὸ πνεῦμα, ἀλλὰ καὶ ὁ τρόπος καὶ ὁ βίος καὶ τὸ σῶμα· ἐπεὶ τίνι λόγῳ ὁ ἀπόστολος Παῦλος ἡγιάσθαι λέγει τὴν γυναῖκα ὑπὸ τοῦ ἀνδρὸς ἢ τὸν ἄνδρα ὑπὸ τῆς γυναικός; τί δέ ἐστιν ὅπερ ὁ κύριος εἶπεν πρὸς τοὺς περὶ τοῦ ἀποστασίου πυνθανομένους, εἰ ἔξεστιν ἀπολῦσαι γυναῖκα Μωυσέως ἐπιτρέψαντος; “πρὸς τὴν σκληροκαρδίαν ὑμῶν”, φησίν, “ὁ Μωυσῆς ταῦτα ἔγραψεν· ὑμεῖς δὲ οὐκ ἀνέγνωτε ὅτι τῷ πρωτοπλάστῳ ὁ θεὸς εἶπεν· ἔσεσθε οἱ δύο εἰς σάρκα μίαν; ὥστε ὁ ἀπολύων τὴν γυναῖκα χωρὶς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι.” ἀλλὰ “μετὰ τὴν ἀνάστασιν”, φησίν, “οὔτε γαμοῦσιν οὔτε γαμίζονται.” καὶ γὰρ περὶ τῆς κοιλίας καὶ τῶν βρωμάτων εἴρηται· “τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει·” τούτους ἐπιρραπίζων τοὺς δίκην κάπρων καὶ τράγων ζῆν οἰομένους, ἵνα μὴ ἀδεῶς ἐσθίοιεν καὶ ὀχεύοιεν.

[3.6.48] εἰ γοῦν τὴν ἀνάστασιν ἀπειλήφασιν, ὡς αὐτοὶ λέγουσι, καὶ διὰ τοῦτο ἀθετοῦσι τὸν γάμον, μηδὲ ἐσθιέτωσαν μηδὲ πινέτωσαν· καταργεῖσθαι γὰρ ἔφη τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ ἀπόστολος ἐν τῇ ἀναστάσει. πῶς οὖν καὶ πεινῶσι καὶ διψῶσι καὶ ⟨τὰ κατὰ⟩ τὴν σάρκα πάσχουσι καὶ τὰ ἄλλα ὅσα ὁ διὰ Χριστοῦ τελείαν τὴν προσδοκωμένην ἀνάστασιν λαβὼν οὐ πείσεται; ἀλλὰ καὶ οἱ τὰ εἴδωλα σεβόμενοι βρωμάτων τε ἅμα καὶ ἀφροδισίων ἀπέχονται. “οὐκ ἔστι δὲ ἡ βασιλεία θεοῦ βρῶσις καὶ πόσις” φησίν. ἀμέλει διὰ φροντίδος ἐστὶ καὶ τοῖς Μάγοις οἴνου τε ὁμοῦ καὶ ἐμψύχων καὶ ἀφροδισίων ἀπέχεσθαι λατρεύουσιν ἀγγέλοις καὶ δαίμοσιν. ὡς δὲ ἡ ταπεινοφροσύνη πραότης ἐστίν, οὐχὶ δὲ κακουχία σώματος, οὕτω καὶ ἡ ἐγκράτεια ψυχῆς ἀρετὴ ἡ οὐκ ἐν φανερῷ, ἀλλ’ ἐν ἀποκρύφῳ.

[3.6.49] Εἰσίν θ’ οἳ πορνείαν ἄντικρυς τὸν γάμον λέγουσι καὶ ὑπὸ τοῦ διαβόλου ταύτην παραδεδόσθαι δογματίζουσι, μιμεῖσθαι δ’ αὑτοὺς οἱ μεγάλαυχοί φασι τὸν κύριον μήτε γήμαντα μήτε τι ἐν τῷ κόσμῳ κτησάμενον, μᾶλλον παρὰ τοὺς ἄλλους νενοηκέναι τὸ εὐαγγέλιον καυχώμενοι. λέγει δὲ αὐτοῖς ἡ γραφή· “ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.” εἶτ’ οὐκ ἴσασι τὴν αἰτίαν τοῦ μὴ γῆμαι τὸν κύριον· πρῶτον μὲν γὰρ τὴν ἰδίαν νύμφην εἶχεν, τὴν ἐκκλησίαν, ἔπειτα δὲ οὐδὲ ἄνθρωπος ἦν κοινός, ἵνα καὶ βοηθοῦ τινος κατὰ σάρκα δεηθῇ· οὐδὲ τεκνοποιήσασθαι ἦν αὐτῷ ἀναγκαῖον ἀιδίως μένοντι καὶ μόνῳ υἱῷ θεοῦ γεγονότι. αὐτὸς δὲ οὗτος ὁ κύριος λέγει· “ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.” καὶ πάλιν· “ὥσπερ δὲ ἦν ἐν ταῖς ἡμέραις Νῶε, ἦσαν γαμοῦντες γαμίζοντες, οἰκοδομοῦντες φυτεύοντες, καὶ ὡς ἦν ἐν ταῖς ἡμέραις Λώτ, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.” καὶ ὅτι οὐ πρὸς τὰ ἔθνη λέγει, ἐπιφέρει· “ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;” καὶ πάλιν· “οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.” καίτοι καὶ ταῦτα ἀλληγορεῖται. διὰ τοῦτο οὐδὲ τοὺς καιροὺς ὥρισεν “οὕς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ”, ἵνα διαμένῃ κατὰ τὰς γενεὰς ὁ κόσμος.

[3.6.50] τὸ δὲ “οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον· εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω·” οὐκ ἴσασιν ὅτι μετὰ τὴν τοῦ ἀποστασίου ῥῆσιν πυθομένων τινῶν ὅτι “ἐὰν οὕτως ᾖ ἡ αἰτία τῆς γυναικός, οὐ συμφέρει τῷ ἀνθρώπῳ γαμῆσαι,” τότε ὁ κύριος ἔφη· “οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται·” τοῦτο γὰρ οἱ πυνθανόμενοι μαθεῖν ἠβουλήθησαν, εἰ συγχωρεῖ καταγνωσθείσης ἐπὶ πορνείᾳ γυναικὸς καὶ ἐκβληθείσης ἑτέραν γῆμαι.

Φασὶ δὲ καὶ ἀθλητὰς οὐκ ὀλίγους ἀφροδισίων ἀπέχεσθαι δἰ ἄσκησιν σωματικὴν ἐγκρατευομένους, καθάπερ τὸν Κροτωνιάτην Ἀστύλον καὶ Κρίσωνα τὸν Ἱμεραῖον. καὶ Ἀμοιβεὺς δὲ ὁ κιθαρῳδὸς νεόγαμος ὢν ἀπέσχετο τῆς νύμφης. ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνος·

[3.6.51] ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων. ὥστ’ οὐδ’ ἡ εὐνουχία ἐνάρετον, εἰ μὴ δἰ ἀγάπην γίνοιτο τὴν πρὸς τὸν θεόν.

Αὐτίκα περὶ τῶν βδελυσσομένων τὸν γάμον Παῦλος ὁ μακάριος λέγει· “ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων.” καὶ πάλιν λέγει· “μηδεὶς ὑμᾶς καταβραβευέτω ἐν ἐθελοθρησκείᾳ ταπεινοφροσύνης καὶ ἀφειδίᾳ σώματος.” ὁ δὲ αὐτὸς κἀκεῖνα γράφει· “δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.” καὶ πάλιν· “ἕκαστος δὲ τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς.”

[3.6.52] τί δέ; οὐχὶ καὶ οἱ παλαιοὶ δίκαιοι εὐχαρίστως τῆς κτίσεως μετελάμβανον; οἳ δὲ καὶ ἐπαιδοποιήσαντο γήμαντες ἐγκρατῶς. καὶ τῷ μὲν Ἠλίᾳ οἱ κόρακες ἔφερον τροφὴν ἄρτους καὶ κρέα· καὶ Σαμουὴλ δὲ ὁ προφήτης, [ἣν] ὃν καταλελοίπει κωλεὸν ἐξ ὧν ἤσθιε, φέρων ἔδωκε τῷ Σαοὺλ φαγεῖν. οἳ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθῆναι ταῖς ἐκείνων πράξεσι δυνήσονται. “ὁ μὴ ἐσθίων” τοίνυν “τὸν ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.” ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων “ἦλθεν” φησὶν “Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλός.” ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάζουσι; Πέτρος μὲν γὰρ καὶ Φίλιππος ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς θυγατέρας ἀνδράσιν ἐξέδωκεν,

[3.6.53] καὶ ὅ γε Παῦλος οὐκ ὀκνεῖ ἔν τινι ἐπιστολῇ τὴν αὑτοῦ προσαγορεύειν σύζυγον, ἣν οὐ περιεκόμιζεν διὰ τὸ τῆς ὑπηρεσίας εὐσταλές. λέγει οὖν ἔν τινι ἐπιστολῇ· “οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι;” ἀλλ’ οὗτοι μὲν οἰκείως τῇ διακονίᾳ, ἀπερισπάστως τῷ κηρύγματι προσανέχοντες, οὐχ ὡς γαμετάς, ἀλλ’ ὡς ἀδελφὰς περιῆγον τὰς γυναῖκας συνδιακόνους ἐσομένας πρὸς τὰς οἰκουροὺς γυναῖκας, δἰ ὧν καὶ εἰς τὴν γυναικωνῖτιν ἀδιαβλήτως παρεισεδύετο ἡ τοῦ κυρίου διδασκαλία. ἴσμεν γὰρ καὶ ὅσα περὶ διακόνων γυναικῶν ἐν τῇ ἑτέρᾳ πρὸς Τιμόθεον ἐπιστολῇ ὁ γενναῖος διατάσσεται Παῦλος. ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος κέκραγεν ὡς “οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις,” οὐδὲ μὴν ἀποχὴ οἴνου καὶ κρεῶν, “ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.” τίς αὐτῶν μηλωτὴν καὶ ζώνην δερματίνην ἔχων περιέρχεται ὡς Ἠλίας; τίς δὲ σάκκον περιβέβληται γυμνὸς τὰ ἄλλα καὶ ἀνυπόδετος ὡς Ἡσαΐας; ἢ περίζωμα μόνον λινοῦν, ὡς Ἱερεμίας; Ἰωάννου δὲ τὴν ἔνστασιν τὴν γνωστικὴν τοῦ βίου τίς μιμήσεται; ἀλλὰ καὶ οὕτω βιοῦντες ηὐχαρίστουν τῷ κτίσαντι οἱ μακάριοι προφῆται.

[3.6.54] Ἡ δὲ Καρποκράτους δικαιοσύνη καὶ τῶν ἐπ’ ἴσης αὐτῷ τὴν ἀκόλαστον μετιόντων κοινωνίαν ὧδέ πως καταλύεται. ἅμα γὰρ τῷ φάναι “τῷ αἰτοῦντί σε δός” ἐπιφέρει· “καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς”, ταύτην διδάσκων τὴν κοινωνίαν, οὐχὶ δὲ τὴν λάγνον. πῶς δὲ ὁ αἰτῶν καὶ λαμβάνων καὶ δανειζόμενος ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος καὶ διδόντος καὶ δανείζοντος; τί δ’ ὅταν ὁ κύριος φῇ· “ἐπείνασα καὶ ἐχορτάσατέ με, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με.” εἶτα ἐπιφέρει· “ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.” οὐχὶ δὲ τὰ αὐτὰ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομοθετεῖ; “ὁ διδοὺς πτωχῷ δανείζει θεῷ” καὶ “μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ” φησίν.

[3.6.55] καὶ πάλιν “ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε” εἶπεν. “πενία” δὲ “ἄνδρα ταπεινοῖ· χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.” ἐπιφέρει δέ· “ἰδοὺ ἀνήρ, ὃς οὐκ ἔδωκεν ἐπὶ τόκῳ τὸ ἀργύριον αὐτοῦ, ἀποδεκτὸς γίνεται·” καὶ “λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος κρίνεται.” οὐχὶ διασαφεῖ ἄντικρυς; ὡς οὖν ἐξ ἐναντίων ὁ κόσμος σύγκειται ὥσπερ ἐκ θερμοῦ καὶ ⟨ψυχροῦ⟩ ξηροῦ τε καὶ ὑγροῦ, οὕτω κἀκ τῶν διδόντων κἀκ τῶν λαμβανόντων. πάλιν τε αὖ ὅταν εἴπῃ· “εἰ θέλεις τέλειος γενέσθαι, πωλήσας τὰ ὑπάρχοντα δὸς πτωχοῖς,” ἐλέγχει τὸν καυχώμενον ἐπὶ τῷ “πάσας τὰς ἐντολὰς ἐκ νεότητος τετηρηκέναι”· οὐ γὰρ πεπληρώκει τὸ “ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν”. τότε δὲ ὑπὸ τοῦ κυρίου συντελειούμενος ἐδιδάσκετο δἰ ἀγάπην μεταδιδόναι.

[3.6.56] καλῶς οὖν πλουτεῖν οὐ κεκώλυκεν, ἀλλὰ γὰρ τὸ ἀδίκως καὶ ἀπλήστως πλουτεῖν· “κτῆσις” γὰρ “ἐπισπευδομένη μετὰ ἀνομίας ἐλάττων γίνεται.” “εἰσὶ” γὰρ “οἳ σπείροντες πλείονα ποιοῦσι, καὶ οἳ συνάγοντες ἐλαττοῦνται·” περὶ ὧν γέγραπται· “ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα·” ὁ μὲν γὰρ “σπείρων καὶ πλείονα συνάγων” οὗτός ἐστιν ὁ διὰ τῆς ἐπιγείου καὶ προσκαίρου μεταδόσεως τὰ οὐράνια κτώμενος καὶ τὰ αἰώνια, ἕτερος δὲ ὁ μηδενὶ μεταδιδούς, κενῶς δὲ “θησαυρίζων ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει” (περὶ οὗ γέγραπται· “συνάγων τοὺς μισθοὺς συνήγαγεν εἰς δεσμὸν τετρυπημένον”), τούτου τὴν χώραν εὐφορῆσαι λέγει ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, ἔπειτα τοὺς καρποὺς ἀποθέσθαι βουληθέντα, οἰκοδομησόμενον ἀποθήκας μείζονας κατὰ τὴν προσωποποιίαν εἰπεῖν πρὸς ἑαυτόν· “ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενά σοι εἰς ἔτη πολλά, φάγε, πίε, εὐφραίνου· ἄφρον οὖν, ἔφη, ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. ἃ οὖν ἡτοίμασας, τίνι γένηται;”