Capítulo 16
[3.16.100] “Ἐπικατάρατος” δὲ “ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα” ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ’ ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ λαοῦ καὶ τῇ ἀπειθείᾳ· ἐπιφέρει γοῦν· “διὰ τί γὰρ ἐγεννήθην τοῦ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;” αὐτίκα πάντες οἱ κηρύσσοντες τὴν ἀλήθειαν διὰ τὴν ἀπείθειαν τῶν ἀκουόντων ἐδιώκοντό τε καὶ ἐκινδύνευον. “διὰ τί γὰρ οὐκ ἐγένετο ἡ μήτρα τῆς μητρός μου τάφος, ἵνα μὴ ἴδω τὸν μόχθον τοῦ Ἰακὼβ καὶ τὸν κόπον τοῦ γένους Ἰσραήλ;” Ἔσδρας ὁ προφήτης λέγει. “οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου,” Ἰώβ φησιν, “οὐδ’ εἰ μία ἡμέρα ἡ ζωὴ αὐτοῦ.” λεγέτωσαν ἡμῖν ποῦ ἐπόρνευσεν τὸ γεννηθὲν παιδίον, ἢ πῶς ὑπὸ τὴν τοῦ Ἀδὰμ ὑποπέπτωκεν ἀρὰν τὸ μηθὲν ἐνεργῆσαν. ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν τὴν γένεσιν εἶναι κακήν, οὐ τὴν τοῦ σώματος μόνην, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς δἰ ἣν καὶ τὸ σῶμα. καὶ ὅταν ὁ Δαβὶδ εἴπῃ “ἐν ἁμαρτίαις συνελήφθην καὶ ἐν ἀνομίαις ἐκίσσησέν με ἡ μήτηρ μου”, λέγει μὲν προφητικῶς μητέρα τὴν Εὔαν, ἀλλὰ “ζώντων Εὔα μήτηρ” ἐγένετο, καὶ εἰ ἐν ἁμαρτίᾳ συνελήφθη, ἀλλ’ οὐκ αὐτὸς ἐν ἁμαρτίᾳ οὐδὲ μὴν ἁμαρτία αὐτός.
[3.16.101] εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνηθείας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, “εἰ δῶ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου.” οὐ διαβάλλει τὸν εἰπόντα “αὐξάνεσθε καὶ πληθύνεσθε”, ἀλλὰ τὰς πρώτας ἐκ γενέσεως ὁρμάς, καθ’ ἃς θεὸν οὐ γινώσκομεν, “ἀσεβείας” λέγει. εἰ δέ τις κατὰ τοῦτο λέγει κακὴν τὴν γένεσιν, καὶ κατ’ ἐκεῖνο εἰπάτω ἀγαθήν, καθὸ ἐν αὐτῇ τὴν ἀλήθειαν γινώσκομεν· “ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσι,” δηλαδὴ οἱ ἁμαρτάνοντες· “ἐπειδὴ ἡ πάλη ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικά,” δυνατοὶ δὲ ἐκπειράσαι οἱ “κοσμοκράτορες τοῦ σκότους”, διὰ τοῦτο αἱ συγγνῶμαι. διὰ τοῦτο καὶ ὁ Παῦλος “αὐτό μου τὸ σῶμα ὑποπιέζω καὶ δουλαγωγῶ” φησίν, ὅτι “πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται” (ἀντὶ τοῦ εἰς πάντα ἐγκρατεύεται, οὐ πάντων ἀπεχόμενος, ἀλλ’ οἷς ἔκρινεν, ἐγκρατῶς χρώμενος), “ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἵνα ἄφθαρτον,” νικῶντες ἐν τῇ πάλῃ, οὐχὶ δὲ ἀκονιτὶ στεφανούμενοι. ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμῶσι καταμεγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.