Capítulo 11
[3.11.71] Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμένης ἐγκρατείας μηνύοντες. ἑκάστῃ δὲ τῶν αἱρέσεων τὴν οἰκείως ἐνισταμένην γραφὴν ὁ συνίων ἐπιλεγόμενος κατὰ καιρὸν χρήσεται πρὸς κατάλυσιν τῶν παρὰ τὰς ἐντολὰς δογματιζόντων. ἄνωθεν μὲν οὖν ὁ νόμος, ὥσπερ προειρήκαμεν, τὸ “οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον”, τῆς τοῦ κυρίου προσεχοῦς κατὰ τὴν νέαν διαθήκην φωνῆς προαναπεφώνηκεν τῆς αὐτῆς αὐτοπροσώπως λεγούσης· “ἠκούσατε τοῦ νόμου παραγγέλλοντος· οὐ μοιχεύσεις. ἐγὼ δὲ λέγω· οὐκ ἐπιθυμήσεις.” ὅτι γὰρ σωφρόνως ἐβούλετο ταῖς γαμεταῖς χρῆσθαι τοὺς ἄνδρας ὁ νόμος καὶ ἐπὶ μόνῃ παιδοποιίᾳ, δῆλον ἐκ τοῦ κωλύειν μὲν τῇ αἰχμαλώτῳ παραχρῆμα ἐπιμίγνυσθαι τὸν ἄγαμον, ἐπιθυμήσαντος δὲ ἅπαξ τριάκοντα πενθεῖν ἐπιτρέπειν ἡμέρας κειραμένῃ καὶ τὰς τρίχας, εἰ δὲ μηδ’ οὕτως μαραίνοιτο ἡ ἐπιθυμία, τότε παιδοποιεῖσθαι, δεδοκιμασμένης τῆς ὁρμῆς τῆς κυριευούσης κατὰ τὴν προθεσμίαν τοῦ χρόνου εἰς ὄρεξιν εὔλογον.
[3.11.72] ὅθεν οὐ δείξειας ⟨ἂν⟩ ἐγκύμονι πλησιάσαντα τῶν πρεσβυτέρων τινὰ κατὰ τὴν γραφήν, ἀλλ’ ὕστερον μετά τε τὴν κυοφορίαν μετά τε τὴν τοῦ τεχθέντος γαλακτουχίαν εὕροις ἂν πάλιν πρὸς τῶν ἀνδρῶν γινωσκομένας τὰς γυναῖκας. αὐτίκα τοῦτον εὑρήσεις τὸν σκοπὸν καὶ τὸν τοῦ Μωυσέως πατέρα φυλάσσοντα, τριετίαν διαλιπόντα μετὰ τὴν τοῦ Ἀαρὼν ἀποκύησιν, γεννήσαντα τὸν Μωσέα. ἥ τε αὖ Λευιτικὴ φυλὴ τοῦτον φυλάσσουσα τὸν τῆς φύσεως νόμον ἐκ θεοῦ ἐλάττων τὸν ἀριθμὸν παρὰ τὰς ἄλλας εἰς τὴν προκατηγγελμένην εἰσῆλθε γῆν· οὐ γὰρ ῥᾳδίως αὐξάνει γένος εἰς πολυπληθίαν σπειράντων μὲν τῶν ἀνδρῶν τῶν τὸν κατὰ τοὺς νόμους γάμον ἀναδεδεγμένων, ἀναμενόντων δὲ οὐ τὴν κυοφορίαν μόνον, ἀλλὰ καὶ τὴν γαλακτουχίαν.
[3.11.73] ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ’ ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους “τριῶν ἡμερῶν” κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων. “ἡμεῖς οὖν ναοὶ τοῦ θεοῦ ἐσμεν· καθὼς εἶπεν ὁ προφήτης, ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός,” ἐὰν κατὰ τὰς ἐντολὰς πολιτευώμεθα εἴτε ὁ καθ’ ἕκαστον ἡμῶν εἴτε καὶ ἀθρόα ἡ ἐκκλησία. “διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.” οὐ τῶν γεγαμηκότων, ὥς φασιν, ἀλλὰ τῶν ἐθνῶν τῶν ἐν πορνείᾳ βιούντων ἔτι, πρὸς δὲ καὶ τῶν προειρημένων αἱρέσεων ἀφορισθῆναι ὡς ἀκαθάρτων καὶ ἀθέων κελεύει προφητικῶς ἡμᾶς.
[3.11.74] ὅθεν καὶ ὁ Παῦλος, πρὸς τοὺς ὁμοίους ἀποτεινόμενος τοῖς εἰρημένοις, “ταύτας οὖν ἔχετε τὰς ἐπαγγελίας” φησίν, “ἀγαπητοί· καθαρίσωμεν ἑαυτῶν τὰς καρδίας ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ·” “ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.” ἐκκλησία δὲ ἄλλον οὐ γαμεῖ τὸν νυμφίον κεκτημένη, ἀλλ’ ὁ καθ’ ἕκαστον ἡμῶν ἣν ἂν βούληται κατὰ τὸν νόμον γαμεῖν, τὸν πρῶτον λέγω γάμον, ἔχει τὴν ἐξουσίαν. “φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν”, σφόδρα εὐλαβῶς καὶ διδασκαλικῶς εἴρηκεν ὁ ἀπόστολος.
[3.11.75] διὸ καὶ ὁ θαυμάσιος Πέτρος φησίν· “ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν καλὴν ἔχοντες ἐν τοῖς ἔθνεσιν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἐργασίαν, ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι θεοῦ.” ὁμοίως δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει· “οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας” ἕως “μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ.”
[3.11.76] Καὶ δὴ ἐνταῦθα γενόμενος δοκῶ μοι μὴ παραλείψειν ἀνεπισημείωτον, ὅτι τὸν αὐτὸν θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου ὁ ἀπόστολος κηρύσσει· τὸ γὰρ “οὐκ ἐπιθυμήσεις” ἐν τῷ εὐαγγελίῳ γεγραμμένον τῷ νόμῳ περιτίθησιν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἕνα εἰδὼς τὸν διὰ νόμου καὶ προφητῶν κηρύξαντα καὶ τὸν δἰ αὐτοῦ εὐαγγελισθέντα πατέρα. φησὶ γάρ· “τί ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις.” κἂν οἱ ἀντιτασσόμενοι τῶν ἑτεροδόξων προσαποτεινόμενον τὸν Παῦλον τῷ κτίστῃ εἰρηκέναι ὑπολάβωσι τὰ ἑξῆς “οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν”, ἀλλ’ ἀναγινωσκόντων τὰ προειρημένα καὶ τὰ ἐπιφερόμενα· προεῖπε γάρ· “ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία”, δἰ ἣν ἀκόλουθον ἦν εἰπεῖν ὅτι “οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου ἀγαθόν”.
[3.11.77] ἑπομένως ⟨δ’⟩ ἐπήγαγεν· “εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ἐγὼ ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία,” ἥτις “ἀντιστρατευομένη τῷ νόμῳ” τοῦ θεοῦ “καὶ τοῦ νοός μου”, φησίν, “αἰχμαλωτίζει με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;” πάλιν τε αὖ (κάμνει γὰρ οὐδ’ ὁπωστιοῦν ὠφελῶν) οὐκ ὀκνεῖ ἐπιλέγειν· “ὁ γὰρ νόμος τοῦ πνεύματος ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου”, ἐπεὶ διὰ τοῦ υἱοῦ “ὁ θεὸς κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.” πρὸς τούτοις ἔτι ἐπισαφηνίζων τὰ προειρημένα ἐπιβοᾷ· “τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν” δηλῶν ὡς ὅτι μὴ νεώς, τάφος δ’ ἐστὶν ἔτι τῆς ψυχῆς· ὁπηνίκα γὰρ ἁγιασθῇ τῷ θεῷ, “τὸ πνεῦμα”, ἐποίσει. “τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὃς ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.”
[3.11.78] αὖθις οὖν τοῖς φιληδόνοις ἐπιπλήττων ἐκεῖνα προστίθησι· “τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, ὅτι οἱ κατὰ σάρκα ζῶντες τὰ τῆς σαρκὸς φρονοῦσιν, καὶ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οἱ δὲ ἐν σαρκὶ ὄντες”, οὐχ ὥς τινες δογματίζουσι, “θεῷ ἀρέσαι οὐ δύνανται,” ἀλλ’ ὡς προειρήκαμεν. εἶτα πρὸς ἀντιδιαστολὴν τούτων τῇ ἐκκλησίᾳ φησίν· “ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεοῦ.” καὶ πρὸς τὴν εὐγένειαν καὶ πρὸς τὴν ἐλευθερίαν τὴν καταπτύστως ὑπὸ τῶν ἑτεροδόξων εἰσαγομένην ⟨τῶν⟩ ἐπ’ ἀσελγείᾳ καυχωμένων ἐπιφέρει λέγων· “οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ·” τουτέστιν εἰς τοῦτο ἐλάβομεν, ἵνα γινώσκωμεν τοῦτον ᾧ προσευχόμεθα, τὸν τῷ ὄντι πατέρα, τὸν τῶν ὄντων μόνον πατέρα, τὸν εἰς σωτηρίαν παιδεύοντα ὡς πατέρα καὶ τὸν φόβον † ἀπειλεῖ.