Livro 3
Capítulo 1
[3.1.1] Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλείδου “πυθομένων” φασὶ “ἀποστόλων μή ποτε ἄμεινόν ἐστι τὸ μὴ γαμεῖν” ἀποκρίνασθαι λέγουσι τὸν κύριον· “οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον· εἰσὶ γὰρ εὐνοῦχοι, οἳ μὲν ἐκ γενετῆς, οἳ δὲ ἐξ ἀνάγκης.” ἐξηγοῦνται δὲ τὸ ῥητὸν ὧδέ πως· “φυσικήν τινες ἔχουσι πρός γυναῖκα ἀποστροφὴν ἐκ γενετῆς, οἵτινες τῇ φυσικῇ ταύτῃ συγκράσει χρώμενοι καλῶς ποιοῦσι μὴ γαμοῦντες. οὗτοι, φασίν, εἰσὶν οἱ ἐκ γενετῆς εὐνοῦχοι· οἱ δὲ ἒξ ἀνάγκης, ἐκεῖνοι οἱ θεατρικοὶ ἀσκηταί, οἵτινες διὰ τὴν ἀνθολκὴν τῆς εὐδοξίας κρατοῦσιν ἑαυτῶν, οἱ δὲ ἐκτετμημένοι κατὰ συμφορὰν εὐνοῦχοι γεγόνασι κατὰ ἀνάγκην. οἱ τοίνυν κατὰ ἀνάγκην οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς αἰωνίου βασιλείας εὐνουχίσαντες ἑαυτοὺς διὰ τά ἐκ τοῦ γάμου”, φασί, “συμβαίνοντα τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσι, τὴν περὶ τὸν πορισμὸν τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες.”
[3.1.2] καὶ τὸ “ἄμεινον γαμῆσαι ἢ πυροῦσθαι” “μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου” λέγειν τὸν ἀπόστολον, “νυκτὸς καὶ ἡμέρας ἀντέχων καὶ φοβούμενος μὴ τῆς ἐγκρατείας ἀποτίσῃς· πρὸς γὰρ τὸ ἀντέχειν γενομένη ψυχὴ μερίζεται τῆς ἐλπίδος.” “ἀντέχου τοίνυν”, φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς, “μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δὲ ἡ εὐχαριστία σου”, φησίν, “εἰς αἴτησιν ὑποπέσῃ καὶ αἰτῇς τὸ λοιπὸν οὐ κατορθῶσαι, ἀλλὰ μὴ σφαλῆναι, γάμησον. ἀλλὰ νέος τίς ἐστιν ἢ πένης ἤ κατωφερὴς καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω· λεγέτω ὅτι εἰσελήλυθα ἐγὼ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν· ἐὰν δὲ ὑπόνοιαν ἔχῃ, εἰπάτω· ἀδελφέ, ἐπίθες μοι τὴν χεῖρα, ἵνα μὴ ἁμαρτήσω· καὶ λήψεται βοήθειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται.”
[3.1.3] “ἐνίοτε δὲ τῷ μὲν στόματι λέγομεν· οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια ἔγκειται ἐπὶ τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ· ἡ δὲ ἀνθρωπότης ἔχει τινὰ ἀναγκαῖα καὶ φυσικά, ⟨ἄλλα δὲ φυσικὰ⟩ μόνα. ἔχει τὸ περιβάλλεσθαι ἀναγκαῖον καὶ φυσικόν. φυσικὸν δὲ τὸ τῶν ἀφροδισίων, οὐκ ἀναγκαῖον δέ.”
Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει, κἂν νὺν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ αὐτοῖς πράττειν συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων. μὴ τοίνυν ὑποδυόμενοι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τῶν ἐν ἔθνεσιν ἀκρατεστάτων ἀκολαστότερον βιοῦντες βλασφημίαν τῷ ὀνόματι προστριβέσθωσαν· “οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι,” ἕως “ὡν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.”
[3.1.4] ἐγκράτεια τοίνυν σώματος ὑπεροψία κατὰ τὴν πρὸς θεὸν ὁμολογίαν. οὐ μόνον γὰρ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ περὶ τὰ ἄλλα, ἃ ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, ἡ ἐγκράτεια ἀναστρέφεται. ἔστι δὲ καὶ περὶ τὴν γλῶσσαν καὶ περὶ τὴν κτῆσιν καὶ περὶ τὴν χρῆσιν καὶ περὶ τὴν ἐπιθυμίαν ἐγκράτεια. οὐ διδάσκει δ’ αὕτη σωφρονεῖν μόνον, ἥ γε παρέχει σωφροσύνην ἡμῖν, δύναμις οὖσα καὶ θεία χάρις. τίνα οὖν τοῖς ἡμετέροις δοκεῖ περὶ τοῦ προκειμένου, λεκτέον· ἡμεῖς εὐνουχίαν μὲν καὶ οἷς τοῦτο δεδώρηται ὑπὸ θεοῦ μακαρίζομεν, μονογαμίαν δὲ καὶ τὴν περὶ τὸν ἕνα γάμον σεμνότητα θαυμάζομεν, συμπάσχειν [δὲ] δεῖν λέγοντες καὶ “ἀλλήλων τὰ βάρη βαστάζειν”, μή ποτέ τις “δοκῶν” καλῶς “ἑστάναι” καὶ αὐτὸς “πέσῃ”. περὶ δὲ τοῦ δευτέρου γάμου “εἰ πυροῖ” φησὶν ὁ ἀπόστολος, “γάμησον”.