Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 2

Capítulo 2

[2.2.4] “Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου,” αἱ Παροιμίαι λέγουσιν, “ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ.” βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν. αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ πίστις· “ὁ δὲ πούς σου μὴ προσκοπτέτω,” λέγει περί τινων ἐναντιοῦσθαι δοκούντων τῆ μιᾷ καὶ θείᾳ τῇ προνοητικῇ διοικήσει. ὅθεν ἐπάγει· “μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ,” κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, “φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν,” ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ. ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ. φησὶ γάρ· “καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ.” αὕτη παιδεία σοφίας· “ὃν γάρ ἀγαπᾷ κύριος παιδεύει,” ἀλγεῖν μὲν ποιῶν εἰς σύνεσιν, ἀποκαθιστὰς δὲ εἰς εἰρήνην καὶ ἀφθαρσίαν.

[2.2.5] ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὄντι καὶ ἀληθής. φησὶ γοῦν ἐν τῇ Σοφίᾳ· “αὐτὸς γάρ μοι δέδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου” καὶ τὰ ἑξῆς ἕως “καὶ δυνάμεις ῥιζῶν.” ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων. ἑξῆς δὲ καὶ περὶ τῶν νοητῶν αἰνίττεται δἰ ὧν ἐπάγει· “ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.” ἔχεις ἐν βραχεῖ τὸ ἐπάγγελμα τῆς καθ’ ἡμᾶς φιλοσοφίας. ἀνάγει δὲ ἡ τούτων μάθησις, μετὰ ὀρθῆς πολιτείας ἀσκηθεῖσα, διὰ τῆς πάντων τεχνίτιδος σοφίας ἐπὶ τὸν ἡγεμόνα τοῦ παντός, δυσάλωτόν τι χρῆμα καὶ δυσθήρατον, ἐξαναχωροῦν ἀεὶ καὶ πόρρω ἀφιστάμενον τοῦ διώκοντος. ὁ δὲ αὐτὸς μακρὰν ὢν ἐγγυτάτω βέβηκεν, θαῦμα ἄρρητον· “θεὸς ἐγγίζων ἐγώ,” φησὶ κύριος· πόρρω μὲν κατ’ οὐσίαν (πῶς γὰρ ἂν συνεγγίσαι ποτὲ τὸ γεννητὸν ἀγεννήτῳ;), ἐγγυτάτω δὲ δυνάμει, ᾗ τὰ πάντα ἐγκεκόλπισται. “εἰ ποιήσει τις κρύφα”, φησί, “τι, καὶ οὐκ ἐπόψομαι αὐτόν;” καὶ δὴ πάρεστιν ἀεὶ τῇ τε ἐποπτικῇ τε εὐεργετικῇ τῇ τε παιδευτικῇ ἁπτομένη ἡμῶν δυνάμει δύναμις τοῦ θεοῦ.

[2.2.6] ὅθεν ὁ Μωσῆς οὔποτε ἀνθρωπίνῃ σοφίᾳ γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος, “ἐμφάνισόν μοι σεαυτὸν” φησὶ καὶ “εἰς τὸν γνόφον”, οὗ ἦν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας· οὐ γὰρ ἐν γνόφῳ ἢ τόπῳ ὁ θεός, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιότητος. διὸ οὐδ’ ἐν μέρει καταγίνεταί ποτε οὔτε περιέχων οὔτε περιεχόμενος ἢ κατὰ ὁρισμόν τινα ἢ κατὰ ἀποτομήν. “ποῖον γὰρ οἶκον οἰκοδομήσετέ μοι;” λέγει κύριος· ἀλλ οὐδὲ ἑαυτῷ ᾠκοδόμησεν ἀχώρητος ὤν, κἂν “ὁ οὐρανὸς θρόνος” αὐτοῦ λέγηται, οὐδ’ οὕτω περιέχεται, ἐπαναπαύεται δὲ τερπόμενος τῇ δημιουργίᾳ. δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη δέδεικται, μικρὸν δ’ ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.

[2.2.7] πῶς δ’ οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα “γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ” (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν φιλοσόφων) “καὶ κρίματα”, φησίν, “εὐθῦναι,” οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, “ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας σοφός”, ὁ ὑπακούειν ταῖς ἐντολαῖς πεπεισμένος, “σοφώτερος ἔσται” κατὰ τὴν γνῶσιν, “ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.” οὐ γὰρ κιβδήλους οἱ ἔπιπνοι ἐκ θεοῦ λόγους προφέρουσιν οὐδ’ οἱ παρὰ τούτων ἐμπορευόμενοι οὐδὲ μὴν πάγας, αἷς οἱ πολλοὶ τῶν σοφιστῶν τοὺς τοὺς νέους ἐμπλέκουσι πρὸς οὐδὲν ἀληθὲς σχολάζοντες, ἀλλ’ οἱ μὲν τὸ ἅγιον πνεῦμα κεκτημένοι ἐρευνῶσι “τὰ βάθη τοῦ θεοῦ,” τουτέστι τῆς περὶ τὰς προφητείας ἐπικρύψεως ἐπήβολοι γίνονται· τῶν δὲ ἁγίων μεταδιδόναι τοῖς κυσὶν ἀπαγορεύεται, ἔστ’ ἂν μένῃ θηρία· οὐ γάρ ποτε ἐγκιρνάναι προσήκει φθονεροῖς καὶ τεταραγμένοις ἀπίστοις τε ἔτι ἤθεσιν, εἰς ὑλακὴν ζητήσεως ἀναιδέσι, τοῦ θείου καὶ καθαροῦ νάματος, τοῦ ζῶντος ὕδατος.

[2.2.8] “μὴ δὴ ὑπερεκχείσθω σοι ὕδατα ἔξω πηγῆς σου, εἰς δὲ σὰς πλατείας διαπορευέσθω σὰ ὕδατα.” “οὐ γὰρ φρονέουσι τοιαῦτα ⟨οἱ⟩ πολλοὶ ὁκοίοισ’ ἐγκυρέουσιν οὐδὲ μαθόντες γινώσκουσι, ἑωυτοῖσι δὲ δοκέουσι,” κατὰ τὸν γενναῖον Ἡράκλειτον. ἆρ’ οὐ δοκεῖ σοι καὶ οὗτος τοὺς μὴ πιστεύοντας ψέγειν; “ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται,” ὁ προφήτης εἴρηκεν. λέγει δὲ καὶ ἄλλος προφήτης· “ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.” πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτ’ ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν ἀπιστίας; πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, “ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων,” κατὰ τὸν θεῖον ἀπόστολον· “ταύτῃ γὰρ” μάλιστα “ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· χωρὶς δὲ πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι” θεῷ.

[2.2.9] ἄλλοι δ’ ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν συγκατάθεσιν. εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική, ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ [γὰρ] πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως προαποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν. ἐθελοντὴν δὲ συνέπεσθαι τῷ συμφέροντι συνέσεως ἀρχή. μεγάλην γοῦν εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. αὐτίκα ἡ μελέτη τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη. τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδες ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου. ἔστιν οὖν ἄλλη τις τοιαύτη κατάστασις ἀληθὴς θεοσεβείας αὐτῆς, ἧς μόνος διδάσκαλος ὁ λόγος; οὐκ ἔγωγε οἶμαι. Θεόφραστος δὲ τὴν αἴσθησιν ἀρχὴν εἶναι πίστεώς φησιν· ἀπὸ γὰρ ταύτης αἱ ἀρχαὶ πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν καὶ τὴν διάνοιαν ἐκτείνονται. ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίρρητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦ. οὐκέτ’ οὖν πίστις γίνεται δἰ ἀποδείξεως ὠχυρωμένη. “μακάριοι τοίνυν οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.” αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.