Capítulo 15
[2.15.62] Τὸ δ’ ἑκούσιον ἢ τὸ κατ’ ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ’ ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία. τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται, ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι δἰ ἀσθένειαν σώματος. ἀλλ’ ἐφ’ ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς τὰς ἐντολὰς ὑπακοή.
[2.15.63] ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδότους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν τὴν ἑαυτῶν ψυχήν. ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησίν· λέληθεν δέ με οὐθὲν τῶνδε ὧν σὺ νουθετεῖς, “ γνώμην δ’ ἔχοντά με ἡ φύσις βιάζεται· ” τουτέστι τὸ ἔκδοτον γεγενῆσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷ· “ καὶ μανθάνω μὲν οἶα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. ” ἀλλ’ οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτὸν ἀποσφάττειν κέκραγεν· οὐδὲν οὖν ἦν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία· “ οὕτως πέπονθα καί με † συμφοροῦσα βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον. ”
[2.15.64] τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, “ ἥ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. ” τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ “παιδισκάριόν με” φησὶν “εὐτελὲς καταδεδούλωκεν.”
Ἀτύχημα μὲν οὖν παράλογός ἐστιν ἁμαρτία, ἡ δὲ ἁμαρτία ἀκούσιος ἀδικία, ἀδικία δὲ ἑκούσιος κακία. ἔστιν οὖν ἡ μὲν ἁμαρτία ἐμὸν ἀκούσιον. διὸ δαί φησιν· “ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν,” τοῖς ἤδη πεπιστευκόσι λέγων, “ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.” ἀτυχία δέ ἐστιν ἄλλου εἰς ἐμὲ πρᾶξις ἀκούσιος, ἡ δὲ ἀδικία μόνη εὑρίσκεται ἑκούσιος εἴτε ἐμὴ εἴτε ἄλλου.
[2.15.65] Ταύτας δ’ αἰνίσσεται τῶν ἁμαρτιῶν τὰς διαφορὰς ὁ ψαλμῳδὸς μακαρίους λέγων ὧν ὁ θεὸς τὰς μὲν ἀπήλειψεν ἀνομίας, τὰς δὲ ἐπεκάλυψεν ἁμαρτίας, οὐκ ἐλογίσατό τε τὰς ἄλλας καὶ ἀφῆκε τᾶς λοιπάς. “γέγραπται γάρ· ›μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος·‹ οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.” “καλύπτει μὲν γὰρ ἀγάπη πλῆθος ἁμαρτιῶν, ” ἀπαλείφει δὲ ὁ “τὴν μετάνοιαν μᾶλλον τοῦ ἁμαρτωλοῦ ἢ τὸν θάνατον αἱρούμενος”.
[2.15.66] οὐ λογίζονται δὲ ὅσαι μὴ κατὰ προαίρεσιν συνίστανται· “ὁ γὰρ ἐπιθυμήσας ἤδη μεμοίχευκε” φησίν. ἀφίησί τε τὰς ἁμαρτίας ὁ “φωτίζων” λόγος· “καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, φησὶν ὁ κύριος, ζητήσουσιν τὴν ἀδικίαν Ἰσραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν,” “ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεται κατὰ πρόσωπόν μου;” ὁρᾷς ἕνα θεὸν καταγγελλόμενον ἀγαθόν, τῶν κατ’ ἀξίαν ἀπονεμητικόν τε καὶ ἀφετικὸν ἁμαρτημάτων. φαίνεται δὲ καὶ Ἰωάννης ἐν τῇ μείζονι ἐπιστολῇ τὰς διαφορὰς τῶν ἁμαρτιῶν ἐκδιδάσκων ἐν τούτοις· “ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον” εἶπεν· “ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα ἐρωτήσῃ τις. πᾶσα ἀδικία ἁμαρτία ἐστί.”
[2.15.67] “καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον.” ἀλλὰ καὶ Δαβὶδ καὶ πρὸ Δαβὶδ ὁ Μωυσῆς τῶν τριῶν δογμάτων τὴν γνῶσιν ἐμφαίνουσιν διὰ τούτων· “μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,” καθὼς οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθη· οἱ γὰρ λεπίδα μὴ ἔχονται· ὧν ἀπαγορεύει Μωυσῆς ἐφάπτεσθαι, κάτω τῆς θαλάσσης νέμονται· “οὐδὲ ἐν ὁδῷ ἁμαρτωλῶν ἔστη,” καθὼς οἱ δοκοῦντες κοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτάνουσιν ὡς ὁ χοῖρος· πεινῶν γὰρ κραυγάζει, πληρωθεὶς δὲ τὸν δεσπότην οὐ γνωρίζει· “οὐδὲ ἐπὶ καθέδραν λοιμῶν ἐκάθισεν,” καθὼς τὰ πτηνὰ εἰς ἁρπαγὴν ἕτοιμα. παρῄνεσε δὲ Μωυσῆς· “οὐ φάγεσθε χοῖρον οὐδέ ἀετὸν οὐδὲ ὀξύπτερον οὐδὲ κόρακα οὐδὲ πάντ’ ἰχθὺν ὃς οὐκ ἔχει λεπίδα ἐν αὑτῷ.” ταῦτα μὲν ὁ Βαρνάβας. ἀκήκοα δ’ ἔγωγε σοφοῦ τὰ τοιαῦτα ἀνδρὸς “βουλὴν μὲν ἀσεβῶν” τὰ ἔθνη λέγοντος, “ὁδὸν δὲ ἁμαρτωλῶν” τὴν Ἰουδαϊκὴν ὑπόληψιν καὶ “καθέδραν λοιμῶν” τὰς αἱρέσεις ἐκλαμβάνοντος.
[2.15.68] ἕτερος δὲ κυριώτερον ἔλεγεν τὸν μὲν πρῶτον μακαρισμὸν τετάχθαι ἐπὶ τῶν μὴ κατακολουθησάντων ταῖς γνώμαις ταῖς πονηραῖς, ταῖς ἀποστατησάσαις τοῦ, τὸν δεύτερον δὲ ἐπὶ τῶν τῇ “εὐρυχώρῳ καὶ πλατείᾳ ὁδῷ” οὐκ ἐμμενόντων, ἢ τῶν ἐν νόμῳ τραφέντων ἢ καὶ τῶν ἐξ ἐθνῶν μετανενοηκότων· “καθέδρα δὲ λοιμῶν” καὶ τὰ θέατρα καὶ τὰ δικαστήρια εἴη ἂν ⟨ἤ⟩, ὅπερ καὶ μᾶλλον, ἡ ἐξακολούθησις ταῖς πονηραῖς καὶ ταῖς λυμαντικαῖς ἐξουσίαις καὶ ἡ κατὰ τὰ ἔργα αὐτῶν κοινωνία. “ἀλλ’ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ·” ὁ Πέτρος ἐν τῷ Κηρύγματι “νόμον καὶ λόγον” τὸν κύριον προσεῖπεν. δοκεῖ καὶ ἄλλως τριῶν ἀποχὴν ἁμαρτίας τρόπων διδάσκειν ὁ νομοθέτης, τῶν μὲν ἐν λόγῳ διὰ τῶν ἰχθύων τῶν ἀναύδων· ἔστι γὰρ τῷ ὄντι οὗ σιγὴ λόγου διαφέρει· “ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας·” τῶν δὲ ἐν ἔργῳ διὰ τῶν ἁρπακτικῶν καὶ σαρκοβόρων ὀρνέων· […] χοῖρος “βορβόρῳ ἥδεται” καὶ κόπρῳ·
[2.15.69] καὶ χρὴ μηδὲ “τὴν συνείδησιν” ἔχειν “μεμολυσμένην”. εἰκότως οὖν φησιν ὁ προφήτης· “οὐχ οὕτως”, φησίν, “οἱ ἀσεβεῖς, ἀλλ’ ἢ ὡσεὶ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει” (οἱ ἤδη κατακεκριμένοι, ἐπεὶ “ὁ μὴ πιστεύων ἤδη κέκριται”), “οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων” (οἱ ἤδη κατεγνωσμένοι εἰς τὸ μὴ ἑνωθῆναι τοῖς ἀπταίστως βεβιωκόσιν), “ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.” πάλιν ὁ κύριος δείκνυσιν ἄντικρυς ἐφ’ ἡμῖν καὶ τὰ παραπτώματα καὶ τὰ πλημμελήματα, τρόπους θεραπείας καταλλήλους τοῖς πάθεσιν ὑποτιθέμενος, πρὸς τῶν ποιμένων ἐπανορθοῦσθαι βουλόμενος ἡμᾶς διὰ Ἰεζεκιήλ, αἰτιώμενος αὐτῶν, οἶμαι, τινὰς ἐφ’ οἷς οὐκ ἐτήρησαν τὰς ἐντολάς· “τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε” καὶ τὰ ἑξῆς ἕως “καὶ οὐκ ἦν ὁ ἐπιζητῶν οὐδὲ ὁ ἀποστρέφων·” “μεγάλη γὰρ χαρὰ παρὰ τῷ πατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος,” ὁ κύριός φησι. ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραὰμ ὅτι “ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος”.
[2.15.70] ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ’ Ἕλλησι σοφῶν τὸ “ἕπου θεῷ” ἀπεφθέγξατο. “οἱ δὲ εὐσεβεῖς” φησὶν ̔Πσαΐας “συνετὰ ἐβουλεύσαντο.” βουλὴ δέ ἐστι ζήτησις περὶ τοῦ πῶς ἂν ἐν τοῖς παροῦσι πράγμασιν ὀρθῶς διεξάγοιμεν, εὐβουλία δὲ φρόνησις πρὸς τὰ βουλεύματα. τί δέ; οὐχὶ καὶ ὁ θεὸς μετὰ τὴν ἐπὶ τῷ Κάιν συγγνώμην ἀκολούθως οὐ πολλῷ ὕστερον τὸν μετανοήσαντα Ἐνὼχ εἰσάγει δηλῶν ὅτι συγγνώμην μετάνοια πέφυκε γεννᾶν; ἡ συγγνώμη δὲ οὐ κατὰ ἄφεσιν, ἀλλὰ κατὰ ἴασιν συνίσταται. τὸ δ’ αὐτὸ γίνεται κἀν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μοσχοποιίᾳ. ἐντεῦθέν τις τῶν παρ’ Ἕλλησι σοφῶν “συγγνώμη τιμωρίας κρείσσων” ἀπεφθέγξατο, ὥσπερ ἀμέλει καὶ τὸ “ἐγγύα, πάρα δ’ ἄτα” ἀπὸ τῆς Σολομῶντος φωνῆς λεγούσης· “υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος.” μυστικώτερον δὲ ἤδη τὸ “γνῶθι σαυτὸν” ἐκεῖθεν εἴληπται· “εἶδες τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου.”
[2.15.71] ταύτῃ που “ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν·” ἐν ταύταις λέγει ταῖς ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαί τε καὶ ἐξηρτῆσθαι. συνᾴδει τούτοις κἀκεῖνα· “ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ πληρωθῇ. αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἑμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς·” “ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ κύριος,” καὶ “ χρηστὸς κύριος τοῖς σύμπασι.” σαφέστερον δὲ τὸ “γνῶθι σαυτὸν” παρεγγυῶν ὁ Μωυσῆς λέγει πολλάκις· “πρόσεχε σεαυτῷ.” “ἐλεημοσύναις οὖν καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.” “φόβος δὲ κυρίου παιδεία καὶ σοφία.”