Capítulo 13
[2.13.56] Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθεῖσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ. “καρδιογνώστης” δὲ ὢν ὁ κύριος καὶ τὰ μέλλοντα προγινώσκων τό τε εὐμετάβολον τοῦ ἀνθρώπου καὶ τὸ παλίμβολον καὶ πανοῦργον τοῦ διαβόλου ἄνωθεν ἀρχῆθεν προεῖδεν, ὡς ζηλώσας ἐπὶ τῇ ἀφέσει τῶν ἁμαρτιῶν τὸν ἄνθρωπον προστρίψεταί τινας αἰτίας τῶν ἁμαρτημάτων τοῖς δούλοις τοῦ θεοῦ, φρονίμως πονηρευόμενος, ὅπως δὴ καὶ αὐτοὶ συνεκπέσοιεν αὐτῷ.
[2.13.57] ἔδωκεν οὖν ἄλλην ἔτι τοῖς κἀν τῇ πίστει περιπίπτουσί τινι πλημμελήματι πολυέλεος ὢν μετάνοιαν δευτέραν, ἵν’, εἴ τις ἐκπειρασθείη μετὰ τὴν κλῆσιν, βιασθεὶς δὲ καὶ κατασοφισθείς,μίαν ἔτι “μετάνοιαν ἀμετανόητον” λάβῃ. “ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.” αἱ δὲ συνεχεῖς καὶ ἐπάλληλοι ἐπὶ τοῖς ἁμαρτήμασι μετάνοιαι οὐδὲν τῶν καθάπαξ μὴ πεπιστευκότων διαφέρουσιν ἢ μόνῳ τῷ συναίσθεσθαι ὅτι ἁμαρτάνουσι· καὶ οὐκ οἶδ’ ὁπότερον αὐτοῖν χεῖρον, ἢ τὸ εἰδότα ἁμαρτάνειν ἢ μετανοήσαντα ἐφ’ οἷς ἥμαρτεν πλημμελεῖν αὖθις· τῷ ἐλέγχεσθαι γὰρ ἑκατέρωθεν ἡ ἁμαρτία φαίνεται, ἣ μὲν ἐπὶ τῷ πραχθῆναι καταγινωσκομένη πρὸς τοῦ ἐργάτου τῆς ἀνομίας, ἥ δὲ τὸ πραχθησόμενον προγινώσκοντος ὡς φαῦλον ἐπιχειροῦντος. καὶ ὃ μὲν θυμῷ χαρίζεται ἴσως καὶ ἡδονῇ, οὐκ ἀγνοῶν τίσι χαρίζεται· ὃ δὲ ἐφ’ οἷς ἐχαρίσατο μετανοῶν, εἶτα παλινδρομῶν αὖθις εἰς ἡδονήν, συνάπτει τῷ τὴν ἀρχὴν ἀρχὴν ἑκουσίως ἐξαμαρτάνοντι· ἐφ’ ᾧ γάρ τις μετενόησεν, αὖθις τοῦτο ποιῶν, οὗ πράσσει κατεγνωκώς.
[2.13.58] τοῦτο ἑκὼν ἐπιτελεῖ. ὁ μὲν οὖν ἐξ ἐθνῶν καὶ τῆς προβιότητος ἐκείνης ἐπὶ τὴν πίστιν ὁρμήσας, ἅπαξ ἔτυχεν ἀφέσεως ἁμαρτιῶν· ὁ δὲ καὶ μετὰ ταῦτα ἁμαρτήσας, εἶτα μετανοῶν, κἂν συγγνώμης τυγχάνῃ, αἰδεῖσθαι ὀφείλει, μηκέτι λουόμενος εἰς ἄφεσιν ἁμαρτιῶν. δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου “τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός”. ἐν πνεύματι δὲ ἀναγεννώμενον· ὅπερ εἴη ἂν τὸ μὴ εἰς ταὐτὸν ὑπενεχθέντα πλημμέλημα μετανοῆσαι· μελέτη γὰρ ἔμπαλιν ἁμαρτιῶν τὸ πολλάκις μετανοεῖν καὶ ἐπιτηδειότης εἰς εὐτρεψίαν ἐξ ἀνασκησίας.
[2.13.59] δόκησις τοίνυν μετανοίας, οὐ μετάνοια, τὸ πολλάκις αἰτεῖσθαι συγγνώμην ἐφ’ οἷς πλημμελοῦμεν πολλάκις· “δικαιοσύνη δὲ ἀμώμους ὀρθοτομεῖ ὁδούς”, κέκραγεν ἡ γραφή. καὶ πάλιν αὖ· “ἡ τοῦ ἀκάκου δικαιοσύνη κατορθώσει τὴν ὁδὸν αὐτοῦ.” ναὶ μὴν “καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησεν κύροις τοὺς φοβουμένους αὐτὸν” ὁ Δαβὶδ γράφει· “οἱ σπείροντες” οὖν “ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι” τῶν ἐν μετανοίᾳ ἐξομολογουμένων· “μακάριοι γὰρ πάντες οἱ φοβούμενοι τὸν κύριον.” ὁρᾷς τὸν ⟨τοῖς⟩ ἐν τῷ εὐαγγελίῳ ἐμφερῆ μακαρισμόν; “μὴ φοβοῦ,” φησίν, “ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.” “ἐγὼ δὲ ἐν τῷ ἐλέει σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου.”
Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπί τι ἢ ἀπό του· πάθος δὲ πλεονάζουσα ὁρμὴ ἢ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα, ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόφῳ· παρὰ φύσιν οὖν κίνησις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη (ἡ δ’ ἀπόστασις καὶ ἔκστασις καὶ ἀπείθεια ἐφ’ ἡμῖν, ὥσπερ καὶ ἡ ὑπακοὴ ἐφ’ ἡμῖν· διὸ καὶ τὰ ἑκούσια κρίνεται)· αὐτίκα καθ’ ἓν ἕκαστον τῶν παθῶν εἴ τις ἐπεξίοι, ἀλόγους ὀρέξεις εὕροι ἂν αὐτά.