Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 9

Capítulo 9

[1.9.43] Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς βότρυας λαμβάνειν. “ἄμπελος” δὲ ὁ κύριος ἀλληγορεῖται, παρ’ οὗ μετ’ ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον. κλαδεῦσαι δεῖ, σκάψαι, ἀναδῆσαι καὶ τὰ λοιπὰ ποιῆσαι, δρεπάνου τε, οἶμαι, καὶ μακέλλης καὶ τῶν ἄλλων ὀργάνων τῶν γεωργικῶν πρὸς τὴν ἐπιμέλειαν τῆς ἀμπέλου χρεία, ἵνα ἡμῖν τὸν ἐδώδιμον καρπὸν ἐκφήνῃ. καθάπερ δὲ ἐν γεωργίᾳ [οὕτω] καὶ ἐν ἰατρικῇ χρηστομαθὴς ἐκεῖνος ὁ ποικιλωτέρων μαθημάτων ἁψάμενος, ὡς βέλτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κἀνταῦθα χρηστομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλευτον φυλάσσειν τὴν πίστιν. παρορᾶται δὲ καὶ ὁ ἀθλητής, † ὡς προείρηται, ἀλλ’ εἰς τὴν σύνταξιν συμβαλλόμενος.

[1.9.44] αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς “πολλῶν ἀνθρώπων” εἶδεν “ἄστεα”, καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον· ᾗ τινες καὶ τὸν ἐμπειρικὸν ἀναπλάττουσιν. ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι “πολύμητις”, δίκην τῆς βασάνου λίθου (ἣ δ’ ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) [καὶ] ἱκανὸς ὢν χωρίζειν, ὁ “πολύιδρις” ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μαγείας ἄλλας τε κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις αὐτῆς τῆς ἀληθείας. πῶς δὲ οὐκ ἀναγκαῖον περὶ νοητῶν φιλοσοφοῦντα διαλαβεῖν τὸν ἐπιποθοῦντα τῆς τοῦ θεοῦ δυνάμεως ἐπήβολον γενέσθαι; πῶς δὲ οὐχὶ καὶ διαιρεῖσθαι χρήσιμον τάς τε ἀμφιβόλους φωνᾶς τάς τε ὁμωνύμως ἐκφερομένας κατὰ τὰς διαθήκας; παρ’ ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὑρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατ’ ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.

[1.9.45] Εἰ δὲ οἱ προφῆται καὶ οἱ ἀπόστολοι οὐ τὰς τέχνας ἐγνώκεσαν, δἰ ὧν τὰ κατὰ φιλοσοφίαν ἐμφαίνεται γυμνάσματα, ἀλλ’ ὁ νοῦς γε τοῦ προφητικοῦ καὶ τοῦ διδασκαλικοῦ πνεύματος ἐπικεκρυμμένως λαλούμενος διὰ τὸ μὴ πάντων εἶναι τὴν συνιεῖσαν ἀκοήν, τὰς ἐντέχνους ἀπαιτεῖ πρὸς σαφήνειαν διδασκαλίας. ἀσφαλῶς γὰρ ἐγνώκεσαν τὸν νοῦν ἐκεῖνον οἱ προφῆται καὶ οἱ τοῦ πνεύματος μαθηταί· ἐκ γὰρ πίστεως καὶ ὡς οὐχ [οἷόν τε] ῥᾳδίως [ὡς] τὸ πνεῦμα εἴρηκεν. ἀλλ’ οὐχ ⟨οἷόν τε⟩ οὕτως ἐκδέξασθαι μὴ μεμαθηκότας. “τὰς δὲ ἐντολάς”, φησίν, “ἀπόγραψαι δισσῶς βουλήσει καὶ γνώσει τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.” τίς οὖν ἡ γνῶσις τοῦ ἀποκρίνασθαι; ἥτις καὶ τοῦ ἐρωτᾶν· εἴη δ’ ἂν αὕτη διαλεκτική. τί δ’; οὐχὶ καὶ τὸ λέγειν ἔργον ἐστὶ τὸ ποιεῖν ἐκ τοῦ λόγου γίνεται; εἰ γὰρ μὴ λόγῳ πράττοιμεν, ἀλόγως ποιοῖμεν ἄν. τὸ λογικὸν δὲ ἔργον κατὰ θεὸν ἐκτελεῖται· “καὶ οὐδὲν χωρὶς αὐτοῦ ἐγένετο,” φησί, τοῦ λόγου τοῦ θεοῦ. ἢ οὐχὶ καὶ ὁ κύριος λόγῳ πάντα ἔπρασσεν; ἐργάζεται δὲ καὶ τὰ κτήνη ἐλαυνόμενα ἀναγκάζοντι τῷ φόβῳ. οὐχὶ δὲ καὶ οἱ ὀρθοδοξασταὶ καλούμενοι ἔργοις προσφέρονται καλοῖς, οὐκ εἰδότες ἃ ποιοῦσιν;