Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 17

Capítulo 17

[1.17.81] Ναί φασι γεγράφθαι· “πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί.” πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως, ἐξακούονται καθολικώτερον. ἀλλ’ οἱ μὲν προφῆται, ἅτε ἀποσταλέντες καὶ ἐμπνευσθέντες ὑπὸ τοῦ κυρίου, οὐ κλέπται, ἀλλὰ διάκονοι. φησὶ γοῦν ἡ γραφή· “ἀπέστειλεν ἡ σοφία τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα οἴνου.” φιλοσοφία δὲ οὐκ ἀπεστάλη ὑπὸ κυρίου, ἀλλ’ ἦλθε, φησί, κλαπεῖσα ἢ παρὰ κλέπτου δοθεῖσα, εἴτ’ οὖν δύναμις ἢ ἄγγελος μαθών τι τῆς ἀληθείας καὶ μὴ καταμείνας ἐν αὐτῇ, ταῦτα ἐνέπνευσε καὶ κλέψας ἐδίδαξεν, οὐχὶ μὴ εἰδότος τοῦ κυρίου τοῦ καὶ τὰ τέλη τῶν ἐσομένων πρὸ καταβολῆς τοῦ ⟨κόσμου καὶ τοῦ⟩ ἕκαστον εἶναι ἐγνωκότος, ἀλλὰ μὴ κωλύσαντος· εἶχεν γάρ τινα ὠφέλειαν τότε ἡ εἰς ἀνθρώπους ἐρχομένη κλοπή, οὐ τοῦ ὑφελομένου τὸ συμφέρον σκοπουμένου, κατευθυνούσης δὲ εἰς τὸ συμφέρον τῆς προνοίας τὴν ἔκβασιν τοῦ τολμήματος.

[1.17.82] Οἶδα πολλοὺς ἀδιαλείπτως ἐπιφυομένους ἡμῖν καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας· φασὶ γὰρ αἴτιον εἶναι κλοπῆς τὸν μὴ φυλάξαντα ἢ τὸν μὴ κωλύσαντα, ὡς τοῦ ἐμπρησμοῦ τὸν σβέσαντα τὸ δεινὸν ἀρχόμενον καὶ τοῦ ναυαγίου τὸν κυβερνήτην μὴ στείλαντα τὴν ὀθόνην. αὐτίκα κολάζονται πρὸς τοῦ νόμου οἱ τούτων αἴτιοι. ᾧ γὰρ κωλῦσαι δύναμις ἦν, τούτῳ καὶ ἡ αἰτία τοῦ συμβαίνοντος προσάπτεται. φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι, τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἷναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου. διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ κωλῦσαι δυνάμενον οὐκ ἐνεργεῖ οὐδὲ κωλύει. τί γὰρ ἐνεργεῖ ὁ μὴ κωλύων; ἤδη δὲ καὶ εἰς ἀπέμφασιν αὐτοῖς ὁ λόγος χωρεῖ, εἴ γε τῆς τρώσεως οὐχὶ τὸ βέλος, ἀλλὰ τὴν ἀσπίδα τὴν μὴ κωλύσασαν τὸ βέλος διελθεῖν αἰτιάσονται· οὐδὲ γὰρ τὸν κλέπτην, ἀλλὰ τὸν μὴ κωλύσαντα τὴν κλοπὴν καταμέμψονται.

[1.17.83] καὶ τὰς ναῦς τοίνυν τῶν Ἑλλήνων μὴ τὸν Ἕκτορα ἐμπρῆσαι λεγόντων. ἀλλὰ τὸν Ἀχιλλέα, διότι κωλῦσαι τὸν Ἕκτορα δυνάμενος ου κεκώλυκεν· ἀλλ’ ὃ μὲν διὰ μῆνιν (ἐπ’ αὐτῷ δὲ ἦν καὶ μηνίειν καὶ μὴ) [καὶ μὴν] οὐκ ἀπεῖρξε τὸ πῦρ, καὶ ἴσως συναίτιος· ὁ δὲ διάβολος αὐτεξούσιος ὢν καὶ μετανοῆσαι οἷός τε ἦν καὶ κλέψαι, καὶ [ὁ] αἴτιος αὐτὸς τῆς κλοπῆς, οὐχ ὁ μὴ κωλύσας κύριος. ἀλλ’ οὐδ’ ἐπιβλαβὴς ἡ δόσις ἦν, ἵνα ἡ κώλυσις παρέλθῃ. εἰ δὲ χρὴ ἀκριβολογεῖσθαι πρὸς αὐτούς, ἴστωσαν τὸ μὲν μὴ κωλυτικόν, ὅπερ φαμὲν ἐπὶ τῆς κλοπῆς γεγονέναι, μηδ’ ὅλως αἴτιον εἷναι. τὸ δὲ κωλυτικὸν ἐνέχεσθαι τῷ τοῦ αἰτίου ἐγκλήματι. ὁ γὰρ προασπίζων αἴτιός ἐστι τῷ προασπιζομένῳ τοῦ μὴ τιτρώσκεσθαι κωλύων τὸ τρωθῆναι αὐτόν, καὶ τῷ Σωκράτει τὸ δαιμόνιον αἴτιον ἦν οὐχὶ μὴ κωλῦον, ἀλλ’ ἀποτρέπον, εἰ καὶ μὴ προέτρεπεν. οὔτε δὲ οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔθ’ αἱ τιμαὶ οὔθ’ αἱ κολάσεις δίκαιαι, μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν τῆς ὁρμῆς καὶ ἀφορμῆς.

[1.17.84] ἀλλ’ ἀκουσίου τῆς κακίας οὔσης. ὅθεν ὁ μὲν κωλύσας αἴτιος, ὁ δὲ μὴ κωλύσας τὴν αἵρεσιν τῆς ψυχῆς κρίνει δικαίως, ἵν’ ὅτι μάλιστα ὁ θεὸς μένῃ ἡμῖν κακίας ἀναίτιος. ἐπεὶ δὲ τῶν ἁμαρτημάτων προαίρεσις καὶ ὁρμὴ κατάρχει, διημαρτημένη δὲ ὑπόληψις ἔσθ’ ὅτε κρατεῖ, ἧς. ἀγνοίας καὶ ἀμαθίας οὔσης, ὀλιγωροῦμεν ἀποστῆναι, εἰκότως ἂν κολάσειε (καὶ γὰρ τὸ πυρέττειν ἀκούσιον· ἀλλ’ ὅταν δἰ ἑαυτόν τις καὶ δἰ ἀκρασίαν πυρέττῃ. αἰτιώμεθα τοῦτον) [ὣς δὲ] καὶ τῆς κακίας ἀκουσίου οὔσης· οὐ γὰρ αἱρεῖταί τις κακὸν ᾗ κακόν, τῇ δὲ περὶ αὐτὸ ἡδονῇ συναπαγόμενος, ἀγαθὸν ὑπολαβών, ληπτὸν ἡγεῖται. ὧν οὕτως ἐχόντων τὸ ἀπαλλάττεσθαι τῆς τε ἀγνοίας τῆς τε αἱρέσεως τῆς φαύλης καὶ ἐπιτερποῦς καὶ πρὸ τούτων τὸ μὴ συγκατατίθεσθαι ταῖς ἀπατηλαῖς ἐκείναις φαντασίαις ἀπόκειται ἐφ’ ἡμῖν. λῃστὴς δὲ καὶ κλέπτης ὁ διάβολος λέγεται ψευδοπροφήτας ἐγκαταμίξας τοῖς προφήταις, καθάπερ τῷ πυρῷ τὰ ζιζάνια. “πάντες” οὖν “οἱ πρὸ κυρίου κλέπται καὶ λῃσταί,” οὐχ ἁπλῶς πάντες ἄνθρωποι, πάντες δὲ οἱ ψευδοπροφῆται καὶ πάντες οἱ μὴ κυρίως ὑπ’ αὐτοῦ ἀποσταλέντες.

[1.17.85] Εἶχον δὲ καὶ οἱ ψευδοπροφῆται τὸ κλέμμα, τὸ ὄνομα τὸ προφητικόν, προφῆται ὄντες, ἀλλὰ τοῦ ψεύστου. λέγει γὰρ ὁ κύριος· “ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.” ἐν δὲ τοῖς ψεύδεσι καὶ ἀληθῆ τινα ἔλεγον οἱ ψευδοπροφῆται, καὶ τῷ ὄντι οὗτοι ἐν ἐκστάσει προεφήτευον ὡς ἂν ἀποστάτου διάκονοι. λέγει δὲ καὶ “ὁ ποιμήν, ὁ ἄγγελος τῆς μετανοίας” τῷ Ἑρμᾷ περὶ τοῦ ψευδοπροφήτου· “τινὰ γὰρ ῥήματα ἀληθῆ λαλεῖ· ὁ γὰρ διάβολος αὐτὸν πληροῖ τῷ ἑαυτοῦ πνεύματι, εἴ τινα δυνήσεται ῥῆξαι τῶν δικαίων.” πάντα μὲν οὖν οἰκονομεῖται ἄνωθεν εἰς καλόν, “ἵνα γνωρισθῇ διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, κατὰ πρόγνωσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ.” τῷ θεῷ δὲ οὐδὲν ἀντίκειται οὐδὲ ἐναντιοῦταί τι αὐτῷ, κυρίῳ καὶ παντοκράτορι ὄντι.

[1.17.86] ἀλλὰ καὶ αἱ τῶν ἀποστατησάντων βουλαί τε καὶ ἐνέργειαι, μερικαὶ οὖσαι, γίνονται μὲν ἐκ φαύλης διαθέσεως, καθάπερ καὶ αἱ νόσοι αἱ σωματικαί· κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου προνοίας ἐπὶ τέλος ὑγιεινόν, κἂν νοσοποιὸς ᾖ ἡ αἰτία. μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα βλαβερὰν αὐτὴν γενέσθαι· τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ.

[1.17.87] ἔστιν οὖν κἀν φιλοσοφίᾳ, τῇ κλαπείσῃ καθάπερ ὑπὸ Προμηθέως, πῦρ ὀλίγον εἰς φῶς ἐπιτήδειον χρησίμως ζωπυρούμενον, ἴχνος τι σοφίας καὶ κίνησις περὶ θεοῦ. ταύτῃ δ’ ἂν εἶεν “κλέπται καὶ λῃσταὶ” οἱ παρ’ Ἕλλησι φιλόσοφοι, [καὶ] πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ’ ἐπίγνωσιν λαβόντες, ἀλλ’ ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ ἐξευρόντες· ἴσως γὰρ καὶ “πνεῦμα αἰσθήσεως ” ἐσχήκασιν. ὡμολόγησε δὲ καὶ Ἀριστοτέλης τῇ γραφῇ, κλεπτικὴν σοφίας τὴν σοφιστικὴν εἰπών, ὡς προεμηνύσαμεν. ὁ δὲ ἀπόστολος “ἃ καὶ λαλοῦμεν” λέγει “οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος.”ἐπὶ μὲν γὰρ τῶν προφητῶν “πάντες”φησὶν “ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν,” δηλονότι τοῦ Χριστοῦ. ὥστε οὐ κλέπται οἱ προφῆται. καὶ “ἡ διδαχὴ ἡ ἐμὴ οὐκ ἔστιν ἐμὴ” ὁ κύριος λέγει, “ἀλλὰ τοῦ πέμψαντός με πατρός.” ἐπὶ δὲ τῶν κλεπτόντων “ὁ δὲ ἀφ’ ἑαυτοῦ” φησὶ “λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ.” τοιοῦτοι δὲ οἱ Ἕλληνες “φίλαυτοι καὶ ἀλαζόνες”. σοφοὺς δὲ αὐτοὺς λέγουσα ἡ γραφὴ οὐ τοὺς ὄντως σοφοὺς διαβάλλει, ἀλλὰ τοὺς δοκησισόφους.