Capítulo 12. Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν Χριστιανῶν βίον
[3.84] Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂν οἴκοι τὰς γυναῖκας τὰς σφῶν μήποτε κατὰ πρόσωπον οἰκετῶν φιλεῖν. οὐδὲ γὰρ προσγελᾶν δούλοις Ἀριστοτέλης εἴα ποτέ, πολλοῦ γε καὶ δεῖ κατ᾿ ὄψιν αὐτῶν φιλοφρονούμενον φαίνεσθαι τὴν γυναῖκα. ἄμεινον δὲ οἴκοθεν ἀρξαμένους ἀπὸ τοῦ γάμου τὴν σεμνότητα ἐπιδείκνυσθαι. μεγίστη γὰρ ἡ σωφροσύνης συζυγία καθαρᾶς ἡδονῆς ἀποπνέουσα. [3.84.2] πάνυ γοῦν θαυμασίως ἡ τραγῳδία. φεῦ φεῦ, γυναῖκες, (φησίν) ὡς ἐν ἀνθρώποις ἄρα οὐ χρυσός, οὐ τυραννίς, οὐ πλούτου χλιδὴ τοσοῦτον εἶχε διαφόρους τὰς ἡδονὰς ὡς ἀνδρὸς ἐσθλοῦ καὶ γυναικὸς εὐσεβοῦς γνώμη δικαία καὶ φρονοῦσα τἄνδικα. ταῦτα τῆς δικαιοσύνης τὰ παραγγέλματα καὶ παρὰ τοῖς τὴν κοσμικὴν [3.85] μετιοῦσι σοφίαν ἐκφωνηθέντα οὐ παραιτητέον. ἐγνωκότες οὖν »τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.« [3.85.2] »ἀρκετὸς οὖν ὁ παρεληλυθὼς χρόνος,« ὁ Πέτρος φησί, »τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρείαις.« [3.85.3] ὅρον ἔχωμεν τὸν σταυρὸν τοῦ κυρίου, ᾧ περισταυρούμεθα καὶ περιθριγκούμεθα τῶν προτέρων ἁμαρτιῶν. ἀναγεννηθέντες τοίνυν προσηλωθῶμεν [ἐν] τῇ ἀληθείᾳ καὶ ἀνανήψωμέν τε καὶ ἁγιασθῶμεν, »ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. καὶ τίς ὁ κακώσων ἡμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γενώμεθα;« [3.85.4] ἡ δὲ ἀρίστη ἀγωγὴ εὐταξία ἐστίν, παντελὴς οὖσα εὐσχημοσύνη καὶ δύναμις τεταγμένη βεβαία, τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ᾿ ἀρετὴν ἀνυπέρβλητος.
[3.86] Ταῦτα, εἰ καὶ τραχύτερον προηνέχθην οἰκονομούμενος τῆς ἐπανορθώσεως τὴν σωτηρίαν, ἐμοὶ μὲν λελέχθων, φησὶν ὁ παιδαγωγός, ἐπειδὴ »ὁ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ,« ὑμεῖς δὲ εἰ μὲν ἀκούσεσθέ μου, σωθήσεσθε, εἰ δ᾿ οὐ προσέξετε τοῖς εἰρημένοις, οὔ μοι μέλει· μέλει δὲ ὅμως καὶ οὕτως· »τὴν γὰρ μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρεῖται.« [3.86.2] »ἢν δὲ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε«, ὁ παιδαγωγὸς πάλιν λέγει, γῆς ἀγαθὰ τὰ ἀνθρώπεια ὀνομάζων καλά, τὸ κάλλος, τὸν πλοῦτον, τὴν ὑγίειαν καὶ τὴν ἰσχύν, τὴν τροφήν· ἀγαθὰ μὲν γὰρ ὄντως »ἃ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβη ποτέ«, περὶ τὸν ὄντως ὄντα βασιλέα τὰ ὄντως ὄντα ἀγαθὰ ὄντα καὶ ἀναμένοντα ἡμᾶς· ἀγαθῶν γάρ ἐστι καὶ δοτὴρ καὶ φύλαξ· κατὰ μετουσίαν δὲ ἐκείνων τὰ τῇδε συνωνυμεῖ, παιδαγωγοῦντος ἐνθέως τοῦ λόγου τὴν ἀνθρώπων ἀσθένειαν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν νόησιν.
[3.87] Ὅσα μὲν οὖν οἴκοι παραφυλακτέον καὶ ὡς τὸν βίον ἐπανορθωτέον, ὁ παιδαγωγὸς ἡμῖν ἅδην διείλεκται· ἃ δ᾿ οὖν καὶ κατὰ τὰς ὁδοὺς ὁμιλεῖν αὐτῷ φίλον τοῖς παιδίοις ἄχρις ἂν ἀγάγῃ αὐτὰ πρὸς τὸν διδάσκαλον, ταῦτα δὲ ἡμῖν ἐν κεφαλαίου μέρει δι᾿ αὐτῶν ὑποτίθεται καὶ παρατίθεται τῶν γραφῶν, γυμνὰς παρατιθέμενος τὰς παραγγελίας, ἁρμοζόμενος μὲν τῷ χρόνῳ τῆς καθοδηγήσεως, τὰς δὲ ἐξηγήσεις αὐτῶν ἐπιτρέπων τῷ διδασκάλῳ· καὶ γὰρ ὁ νόμος αὐτοῦ τὸν φόβον ὑπεκλύειν βούλεται τὸ ἑκούσιον ἐλευθερώσας εἰς πίστιν. [3.87.2] ἄκους, φησίν, ὦ παιδίον καλῶς παιδαγωγούμενον, τὰ κεφάλαια τῆς σωτηρίας, γυμνώσω γὰρ τὸ ἦθος τὸ ἐμαυτοῦ, καί σοι ταύτας ⟨τὰς⟩ καλὰς ἐντολὰς ὑποθήσομαι, δι᾿ ὧν ἀφίξῃ πρὸς σωτηρίαν. ἄγω δέ σε τὴν ὁδὸν τὴν σωτήριον. ἀπόστα τῶν τῆς πλάνης ὁδῶν, »ὅτι κύριος γινώσκει ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.« [3.87.3] ἕπου τοίνυν, ὦ παιδίον, τὴν ἀγαθὴν ὁδόν, ἣν ἄν σοι ἐξηγήσωμαι, τὰ ὦτά μοι ὑποσχὼν τὰ ἀκουστικά, »καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους« ἔθνεσιν, ἡμῖν δὲ ὁρατούς· »σοφίας δὲ θησαυροὶ ἀνέκλειπτοι«, οὓς θαυμάζων ὁ ἀπόστολος »ὢ βάθος« φησὶ »πλούτου καὶ σοφίας«. [3.87.4] θησαυροὶ δὲ ὑφ᾿ ἑνὸς πολλοὶ χορηγούμενοι θεοῦ, οἳ μὲν διὰ τοῦ νόμου, οἳ δὲ διὰ προφητῶν ἀποκαλύπτονται, οἳ δὲ τῷ θείῳ στόματι, ἄλλος δὲ τοῦ πνεύματος τῇ ἑπτάδι ἐπᾴδων· εἷς δὲ ὢν ὁ κύριος διὰ πάντων τούτων ὁ αὐτός [3.88] ἐστιν παιδαγωγός. ἔστι μὲν οὖν αὐτόθεν κεφαλαιώδης ὑποθήκη καὶ βιωτικὴ παραίνεσις, πάντα ἐμπεριέχουσα· »καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς.« δυνατὸν δὲ καὶ διὰ δυεῖν ἐμπεριλαβεῖν τὰς ἐντολάς, ὥς φησιν ὁ κύριος· »ἀγαπήσεις τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.« εἶτα »ἐκ τούτων« ἐπιφέρει »ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.« [3.88.2] ναὶ μὴν καὶ πρὸς τὸν πυθόμενον, »τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;« »τὰς ἐντολὰς οἶδας« ἀπεκρίνατο· τοῦ δὲ καταφήσαντος »τοῦτο ποίει« φησὶ »καὶ σωθήσῃ«. [3.88.3] οὐ μὴν ἀλλὰ διαιρετικώτερον τὸ φιλάνθρωπον τοῦ παιδαγωγοῦ διὰ τῶν ποικίλων καὶ σωτηρίων ἐντολῶν παραθετέον, ὡς ἔχοιμεν πρὸς ἀφθόνου διατάξεως τῶν γραφῶν καὶ τῆς σωτηρίας ἑτοιμοτέραν τὴν εὕρεσιν.
[3.89] Ἔστιν ἡμῖν ἡ δεκάλογος ἡ διὰ Μωυσέως, ἁπλῷ καὶ μονογενεῖ αἰνιττομένη στοιχείῳ, † προσηγορίαν σωτήριον ἁμαρτιῶν περιγράφουσα »οὐ μοιχεύσεις, οὐκ εἰδωλολατρήσεις«, οὐ παιδοφθορήσεις, »οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα«, καὶ τὰ ἀκόλουθα τούτοις. ταῦτα ἡμῖν παραφυλακτέον καὶ ὅσα ἄλλα κατὰ τὰς ἀναγνώσεις τῶν βιβλίων παραγγέλλεται. [3.89.2] παραγγέλλει δὲ καὶ διὰ Ἡσαΐου· »λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, δικαιώσατε χήραν· [3.89.3] καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος.« πολλὰς δ᾿ ἂν καὶ παρὰ τοῖς ἄλλοις εὕροιμεν ὑποθήκας, οἷον φέρε, εὐχῆς μὲν πέρι· »τὰ ἔργα τὰ ἀγαθά«, φησίν, »εὐχὴ κυρίῳ δεκτή«, λέγει ἡ γραφή. [3.89.4] καὶ ὁ τρόπος τῆς εὐχῆς ὑπαγορεύεται· »ἐὰν ἴδῃς«, φησί, »γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. τότε φανήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἱμάτιά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθεν ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε.« [3.89.5] τίς οὖν ὁ καρπὸς τῆς εὐχῆς ταύτης; »τότε ἐπιβοήσῃ, καὶ ὁ θεὸς ὑπακούσεταί σου· ἔτι λαλοῦντός [3.90] σου ἐρεῖ· ἰδοὺ πάρειμι.« περὶ δὲ νηστείας »ἵνα τί μοι«, φησίν, »νηστεύετε; λέγει κύριος. οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, καὶ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτως καλέσετε νηστείαν δεκτήν.« [3.90.2] τί οὖν αἰνίττεται ἡ νηστεία; »ἰδοὺ αὕτη«, φησίν, »ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην, λέγει κύριος. λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόλυε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα. διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· [3.90.3] ἐὰν ἴδῃς γυμνόν, περίβαλε.« ναὶ μὴν καὶ περὶ θυσιῶν· »τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ ἐρίφων οὐ βούλομαι, οὐδ᾿ ἄν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι.« πῶς οὖν θύσω τῷ κυρίῳ; [3.90.4] »θυσία«, φησίν, »τῷ κυρίῳ πνεῦμα συντετριμμένον.« πῶς οὖν στέψω ἢ μύρῳ χρίσω; ἢ τί θυμιάσω τῷ κυρίῳ; »ὀσμή«, φησίν, »εὐωδίας τῷ θεῷ καρδία δοξάζουσα τὸν πεπλακότα αὐτήν.« ταῦτα στέφη καὶ θυσίαι καὶ ἀρώματα καὶ ἄνθη τοῦ [3.91] θεοῦ. ἔτι περὶ ἀνεξικακίας· »ἐὰν ἁμάρτῃ«, φησίν, »ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ τὸ ἑπτάκις ἐπιστρέφῃ πρός σε λέγων· μετανοῶ, ἄφες αὐτῷ·« [3.91.2] καὶ τοῖς μὲν στρατευομένοις διὰ Ἰωάννου παραγγέλλει ἀρκεῖσθαι μόνοις τοῖς ὀψωνίοις, τοῖς δὲ τελώναις μηδὲν πλέον πράσσειν παρὰ τὰ διατεταγμένα· δικαστῇ δὲ »οὐ λήψῃ« φησὶ »πρόσωπον ἐν κρίσει, τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια·« [3.91.3] »ῥύσασθε ἀδικουμένους.« ἀλλὰ καὶ τοῖς οἰκονομικοῖς· »κτῆσις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται.« ναὶ μὴν καὶ περὶ ἀγάπης· »ἀγάπη«, φησί, »καλύπτει πλῆθος ἁμαρτιῶν·« καὶ περὶ πολιτείας· »ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ·« ὅρκου δὲ πέρι καὶ μνησικακίας· [3.91.4] »μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου προσενέγκαι μοι ὁλοκαυτώματα καὶ θυσίας· ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς· ἕκαστος ὑμῶν κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ [3.92] αὐτοῦ μὴ μνησικακείτω, ὅρκον ψευδῆ μὴ ἀγαπάτω.« ἀλλὰ καὶ ψεύσταις καὶ τετυφωμένοις προσαπειλεῖ, τοῖς μὲν ὧδέ πως· »οὐαὶ τοῖς λέγουσι τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ«, τοῖς δὲ ὡδί· »οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες·« »ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται.« [3.92.2] καὶ τοὺς μὲν ἐλεήμονας μακαρίζει, »ὅτι αὐτοὶ ἐλεηθήσονται«, ὀργὴν δὲ ἡ σοφία ταλανίζει, »ὅτι ἄρα ἀπολέσει καὶ φρονίμους.« [3.92.3] ἤδη δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς κελεύει καὶ τοὺς καταρωμένους ἡμᾶς εὐλογεῖν προσεύχεσθαί τε ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς. »τῷ τύπτοντί σε«, φησίν, »εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἐὰν ἄρῃ σού τις τὸν χιτῶνα, μὴ κωλύσῃς καὶ τὸ ἱμάτιον.« [3.92.4] περὶ δὲ τῆς πίστεως· »πάντα ὅσα ἐὰν αἰτήσησθε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε«, φησίν· »πιστὸν δὲ ἀπίστοις οὐδὲν« κατὰ Πίνδαρον. καὶ οἰκέταις μὲν χρηστέον ὡς ἑαυτοῖς. ἄνθρωποι γάρ εἰσιν ὡς ἡμεῖς· »ὁ γὰρ θεὸς πᾶσι, τοῖς ἐλευθέροις καὶ τοῖσ⟨ι⟩ δούλοις, ἐστίν, ἂν σκοπῇς, ἴσος.« [3.93] δεῖ δὲ καὶ τοὺς πλημμελοῦντας τῶν οἰκετῶν οὐ κολάζειν, ἐπιτιμᾶν δέ· »ὁ γὰρ φειδόμενος«, φησί, »τῆς βακτηρίας ἑαυτοῦ μισεῖ τὸν ἑαυτοῦ υἱόν.« [3.93.2] ἔτι τὴν μὲν φιλοδοξίαν ἀποσκορακίζει. »οὐαὶ ὑμῖν, Φαρισαῖοι«, λέγων, »ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.« [3.93.3] τὴν δὲ μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἀσπάζεται, τὴν ἑπομένην ταῖς ἁμαρτίαις μετάνοιαν ἀγαπῶν· μόνος γὰρ ἀναμάρτητος αὐτὸς ὁ λόγος· τὸ μὲν (γὰρ) ἐξαμαρτάνειν ἅπασιν ἔμφυτον καὶ κοινόν, ἀναδραμεῖν δὲ τὴν ἁμαρτίαν οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλὰ ἀξιολόγου. [3.93.4] περὶ δὲ τῆς μεταδόσεως »δεῦτε« εἶπε »πρός με πάντες οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γὰρ καὶ δεδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με.« [3.93.5] καὶ πότε τι τούτων τῷ κυρίῳ πεποιήκαμεν ἡμεῖς; αὐτὸς ἐρεῖ πάλιν ὁ παιδαγωγὸς τὴν εὐποιίαν [καὶ] τῶν ἀδελφῶν ἀγαπητικῶς εἰς ἑαυτὸν μετατρέπων καὶ λέγων· »ἐφ᾿ ὅσον ἐποιήσατε τοῖς μικροῖς τούτοις, ἐμοὶ ἐποιήσατε. καὶ ἀπελεύσονται οἱ τοιοῦτοι εἰς ζωὴν αἰώνιον.«
[3.94] Τοιοίδε μὲν οἱ λογικοὶ νόμοι, οἱ παρακλητικοὶ λόγοι οὐκ ἐν πλαξὶ λιθίναις δακτύλῳ γεγραμμέναις κυρίου, ἀλλ᾿ ἐν καρδίαις ἀνθρώπων ἐναπογεγραμμένοι ταῖς μόνον φθορὰν οὐκ ἐπιδεχομέναις. διὰ τοῦτό τοι κατεάγασιν αἱ πλάκες τῶν σκληροκαρδίων, ἵν᾿ αἱ πίστεις τῶν νηπίων ἐν μαλθακαῖς τυπωθῶσιν διανοίαις. ἄμφω δὲ τὼ νόμω διηκόνουν τῷ λόγῳ εἰς παιδαγωγίαν τῆς ἀνθρωπότητος, ὃ μὲν διὰ Μωυσέως, ὃ δὲ δι᾿ ἀποστόλων. [3.94.2] οἵα γοῦν καὶ δι᾿ ἀποστόλων ⟨ἡ⟩ παιδαγωγία. ἀναγκαῖόν μοι δοκεῖ καὶ περὶ τοῦ εἴδους διαλεχθῆναι τούτου, μᾶλλον δὲ ἐμαυτοῦ μεμνημένος ὁ παιδαγωγός φησιν αὐτός, ⟨οὗ⟩ σπερματικῶς πάλιν τὰς ὑποθήκας ἐκθήσομαι· [3.94.3] »ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρῄζοντι. [3.94.4] πᾶσα πικρία καὶ ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν σὺν πάσῃ κακίᾳ. γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. γίνεσθε οὖν φρόνιμοι καὶ μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς.« [3.94.5] »αἱ μὲν γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν, ὡς τῷ κυρίῳ, οἱ δὲ ἄνδρες τὰς γυναῖκας τὰς ἑαυτῶν ἀγαπάτωσαν, καθὼς καὶ ὁ Χριστὸς [3.95] ἠγάπησεν τὴν ἐκκλησίαν.« ἀγαπάτωσαν οὖν ἀλλήλους οἱ συνεζευγμένοι »ὡς τὰ ἴδια σώματα«. »τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν. οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, ἐκ ψυχῆς μετ᾿ εὐνοίας δουλεύοντες. καὶ οἱ κύριοι, εὖ ποιεῖτε τοὺς οἰκέτας ὑμῶν, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν.« [3.95.2] »εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται. τὸ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.« [3.95.3] »εἰρηνεύετε ἐν ἑαυτοῖς. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. τὸ πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε· πάντα· δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· [3.95.4] ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.« »τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω τὸν καιρὸν ἐξαγοραζόμενοι. ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.« »ἐντρέφεσθε τοῖς λόγοις τῆς πίστεως· [3.96] γυμνάζεσθε πρὸς εὐσέβειαν. ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα τῆς ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.« [3.96.2] »οἱ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν.« [3.96.3] »ὁ μεταδιδοὺς ἔστω ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ· [3.96.4] τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, τὴν φιλοξενίαν διώκοντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες.«
[3.97] Ὀλίγα ταῦτα ἐκ πολλῶν δείγματος χάριν ἀπ᾿ αὐτῶν διεξελθὼν τῶν θείων γραφῶν ὁ παιδαγωγὸς τοῖς αὑτοῦ παρατίθεται παισίν, δι᾿ ὧν, ὡς ἔπος εἰπεῖν, ἄρδην ἐκκόπτεται κακία καὶ περιγράφεται ἀδικία. [3.97.2] μυρίαι δὲ ὅσαι ὑποθῆκαι εἰς πρόσωπα ἐκλεκτὰ διατείνουσαι ἐγγεγράφαται ταῖς βίβλοις ταῖς ἁγίαις, αἳ μὲν πρεσβυτέροις, αἳ δὲ ἐπισκόποις ⟨καὶ⟩ διακόνοις, ἄλλαι χήραις, περὶ ὧν ἄλλος ἂν εἴη λέγειν καιρός. [3.97.3] πολλὰ δὲ καὶ δι᾿ αἰνιγμάτων, πολλὰ δὲ καὶ διὰ παραβολῶν τοῖς ἐντυγχάνουσιν ἔξεστιν ὠφελεῖσθαι. ἀλλ᾿ οὐκ ἐμόν, φησὶν ὁ παιδαγωγός, διδάσκειν ἔτι ταῦτα, διδασκάλου δὲ εἰς τὴν ἐξήγησιν τῶν ἁγίων ἐκείνων λόγων χρῄζομεν, πρὸς ὃν ἡμῖν βαδιστέον. καὶ δὴ ὥρα γε ἐμοὶ μὲν πεπαῦσθαι τῆς παιδαγωγίας, ὑμᾶς δὲ ἀκροᾶσθαι [3.98] τοῦ διδασκάλου. παραλαβὼν δὲ οὗτος ὑμᾶς ὑπὸ καλῇ τεθραμμένους ἀγωγῇ ἐκδιδάξεται τὰ λόγια. διδασκαλεῖον δὲ ἡ ἐκκλησία ἥδε καὶ ὁ νυμφίος ὁ μόνος διδάσκαλος, ἀγαθοῦ πατρὸς ἀγαθὸν βούλημα, σοφία γνήσιος, ἁγίασμα γνώσεως· [3.98.2] »καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,« ὥς φησιν ὁ Ἰωάννης, ὁ ἰώμενος ἡμῶν καὶ σῶμα καὶ ψυχήν, τὸν ἀίδιον ἄνθρωπον, Ἰησοῦς, »οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἁμαρτιῶν, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. καὶ ἐν τούτῳ γιγνώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. [3.98.3] ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ᾿ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς κἀκεῖνος περιεπάτησεν καὶ αὐτός περιπατεῖν.«
[3.99] Ὢ τῆς μακαρίου θρέμματα παιδαγωγίας· τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι᾿ ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς μανθάνει. πάντα ὁ λόγος καὶ ποιεῖ καὶ διδάσκει καὶ παιδαγωγεῖ. [3.99.2] ἵππος ἄγεται χαλινῷ, καὶ ταῦρος ἄγεται ζυγῷ, θηρίον βρόχῳ ἁλίσκεται, ὁ δ᾿ ἄνθρωπος μεταπλάσσεται λόγῳ, ᾧ θηρία τιθασεύεται καὶ νηκτὰ δελεάζεται καὶ πτηνὰ κατασύρεται. οὗτος ὡς ἀληθῶς τεχνάζεται ἵππῳ χαλινόν, ταύρῳ ζυγόν, θηρίῳ βρόχον, κάλαμον ἰχθύι, πάγην ὀρνέῳ· [3.99.3] οὗτος πολιτεύεται καὶ γεωργεῖ, ἄρχει καὶ ὑπουργεῖ καὶ τὰ ὅλα δημιουργεῖ· ἐν μὲν γαῖαν ἔτευξ᾿, ἐν δ᾿ οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ᾿ οὐρανὸς ἐστεφάνωται. [3.100] ὢ τῶν θείων δημιουργημάτων, ὢ τῶν θείων παραγγελμάτων· ὕδωρ τοῦτο, ἐν ἑαυτῷ κυμαινέτω· πῦρ τοῦτο, τὴν ὀργὴν συνεχέτω, ἀὴρ τοῦτο, εἰς αἰθέρα πλανάσθω· γῆ δὲ καὶ πεπήχθω καὶ φερέσθω, ὅταν ἐγὼ θέλω. ἄνθρωπον ἔτι πλάσαι βούλομαι· ὕλην ἔχω τὰ στοιχεῖα· συνοικῶ μου τῷ πλάσματι. ἐάν με γνωρίσῃς, δουλεύσει σοι τὸ πῦρ. [3.100.2] τοσοῦτος ὁ λόγος οὗτος ὁ παιδαγωγὸς ὁ τοῦ κόσμου καὶ τοῦ ἀνθρώπου δημιουργὸς καὶ δι᾿ αὐτὸν ἤδη καὶ τοῦ κόσμου παιδαγωγός· οὗ τῇ ἐγκελεύσει ἄμφω συνεστήκαμεν προσμένοντες τὴν κρίσιν. »οὐ γὰρ ὑπόκλοπον φορεῖ βροτοῖσι φωνάεντα λόγον † ἔσται λόγος σοφία,« ὥς φησι Βακχυλίδης. [3.100.3] τὰ δὲ »ἄμεμπτα καὶ ἀκέραια καὶ ἄμωμα τοῦ θεοῦ« κατὰ τὸν Παῦλον »τέκνα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης φωστήρων δίκην ἐν κόσμῳ φαίνεσθε«.
[3.101] Ὅπερ οὖν λοιπὸν ἐπὶ τοιαύτῃ πανηγύρει τοῦ λόγου, τῷ λόγῳ προσευξώμεθα· ἵλαθι τοῖς σοῖς, παιδαγωγέ, παιδίοις, πατήρ, ἡνίοχε Ἰσραήλ, υἱὲ καὶ πατήρ, ἓν ἄμφω, κύριε. δὸς δὲ ἡμῖν τοῖς σοῖς ἑπομένοις παραγγέλμασιν τὸ ὁμοίωμα πληρῶσαι τῆς εἰκόνος αἰσθάνεσθαί τε κατὰ κράτος ἀγαθοῦ τοῦ θεοῦ κριτοῦ τε μὴ πικροῦ, καὶ πάρασχε ἅπαντα αὐτός, ἐν εἰρήνῃ τῇ σῇ πολιτευομένους, ἐν τῇ σῇ μετατιθεμένους πόλει, ἀκυμάντως τῆς ἁμαρτίας τὸν κλύδωνα διαπλεύσαντας, γαληνιῶντας ἁγίῳ συμφέρεσθαι πνεύματι, σοφίᾳ τῇ ἀνεκφράστῳ· [3.101.2] νύκτωρ, καθ᾿ ἡμέραν, εἰς τὴν τελείαν ἡμέραν, αἰνοῦντας εὐχάριστον αἶνον τῷ μόνῳ πατρὶ καὶ υἱῷ, υἱῷ καὶ πατρί, παιδαγωγῷ καὶ διδασκάλῳ υἱῷ, σὺν καὶ τῷ ἁγίῳ πνεύματι. πάντα τῷ ἑνί, ἐν ᾧ τὰ πάντα, δι᾿ ὃν τὰ πάντα ἕν, δι᾿ ὃν τὸ ἀεί, οὗ μέλη πάντες, οὗ δόξα, αἰῶνες, πάντα τῷ ἀγαθῷ, πάντα τῷ καλῷ, πάντα τῷ σοφῷ, τῷ δικαίῳ τὰ πάντα. ᾧ ἡ δόξα καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας. ἀμήν.
[3.101.3] Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἡμᾶς καταστήσας ὁ παιδαγωγὸς αὐτὸς ἑαυτῷ παρακατέθετο τῷ διδασκαλικῷ καὶ πανεπισκόπῳ λόγῳ, καλῶς ἂν ἔχοι ἡμᾶς ἐνταῦθα γενομένους μισθὸν εὐχαριστίας δικαίας κατάλληλον ἀστείου παιδαγωγίας αἶνον ἀναπέμψαι κυρίῳ. Στόμιον πώλων ἀδαῶν, πτερὸν ὀρνίθων ἀπλανῶν, οἴαξ νηῶν ἀτρεκής, ποιμὴν ἀρνῶν βασιλικῶν· τοὺς σοὺς ἀφελεῖς παῖδας ἄγειρον, αἰνεῖν ἁγίως, ὑμνεῖν ἀδόλως ἀκάκοις στόμασιν παίδων ἡγήτορα Χριστόν. ἁγίων βασιλεῦ, λόγε πανδαμάτωρ πατρὸς ὑψίστου, σοφίας πρύτανι, στήριγμα πόνων αἰωνοχαρές, βροτέας γενεᾶς σῶτερ Ἰησοῦ, ποιμήν, ἀροτήρ, οἴαξ, στόμιον, πτερὸν οὐράνιον παναγοῦς ποίμνης, ἁλιεῦ μερόπων τῶν σῳζομένων πελάγους κακίας, ἰχθῦς ἁγνοὺς κύματος ἐχθροῦ γλυκερῇ ζωῇ δελεάζων. ἡγοῦ προβάτων λογικῶν ποιμὴν ἅγι᾿, ἡγοῦ βασιλεῦ παίδων ἀνεπάφων. ἴχνια Χριστοῦ ὁδὸς οὐρανία. λόγος ἀέναος, αἰὼν ἄπλετος, φῶς ἀίδιον, ἐλέους πηγή, ῥεκτὴρ ἀρετῆς σεμνῇ βιοτῇ θεὸν ὑμνούντων, Χριστὲ Ἰησοῦ, γάλα οὐράνιον μαστῶν γλυκερῶν νύμφης, χαρίτων σοφίας τῆς σῆς, ἐκθλιβόμενον οἱ νηπίαχοι ἀταλοῖς στόμασιν ἀτιταλλόμενοι, θηλῆς λογικῆς πνεύματι δροσερῷ ἐμπιμπλάμενοι, αἴνους ἀφελεῖς, ὕμνους ἀτρεκεῖς βασιλεῖ Χριστῷ, μισθοὺς ὁσίους ζωῆς διδαχῆς, μέλπωμεν ὁμοῦ, πέμπωμεν ἁπλῶς παῖδα κρατερόν. χορὸς εἰρήνης οἱ χριστόγονοι· λαὸς σώφρων, ψάλλωμεν ὁμοῦ θεὸν εἰρήνης.