Pular para o conteúdo

Παιδαγωγός

Clemente de Alexandria · Capítulo 9. Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου

Capítulo 9. Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου

[1.75] Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγωγός, ὁ θεῖος ἡμῶν λόγος, πάσῃ καταχρώμενος σοφίας μηχανῇ, σῴζειν ἐπιβέβληται τοὺς νηπίους, νουθετῶν, ἐπιτιμῶν, ἐπιπλήττων, ἐλέγχων, ἀπειλούμενος, ἰώμενος, ἐπαγγελλόμενος, χαριζόμενος, »πολλοῖς τισιν οἱονεὶ χαλινοῖς« τὰς ἀλόγους τῆς ἀνθρωπότητος »δεσμεύων« ὁρμάς. [1.75.2] συνελόντι γοῦν εἰπεῖν, οὕτως ὁ κύριος πρὸς ἡμᾶς, ὡς καὶ ἡμεῖς πρὸς τὰ τέκνα ἡμῶν. »τέκνα σοί ἐστιν; παίδευσον αὐτά«, ἡ σοφία παραινεῖ, »καὶ κάμψον αὐτὰ ἐκ νεότητος αὐτῶν. θυγατέρες σοί εἰσι; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.« καίτοι τὰ τέκνα ἡμῶν, υἱούς τε καὶ θυγατέρας, σφόδρα καὶ ὑπὲρ πᾶν ὁτιοῦν ἀγαπῶμεν. [1.75.3] ἐπεὶ δ᾿ οἱ μὲν πρὸς χάριν ὁμιλοῦντες ὀλίγον ἀγαπῶσιν ὃ μὴ λυποῦσιν, οἱ δὲ πρὸς ὠφέλειαν ἐπιστύφοντες, εἰ καὶ παραυτίκα λυπηροί, ἀλλὰ εἰς τὸν ἔπειτα εὐεργετοῦσιν αἰῶνα, οὐ τὴν παραυτίκα ἡδονὴν ὁ κύριος, ἀλλὰ τὴν μέλλουσαν ἐσκόπησε τρυφήν. ἐπίωμεν δὲ ἤδη καὶ τὸν τρόπον αὐτοῦ τῆς φιλανθρώπου παιδαγωγίας μετὰ μαρτυρίας προφητικῆς.

Νουθέτησις μὲν οὖν ἐστιν ψόγος κηδεμονικός, νοῦ ἐμποιητικός. [1.76] τοιοῦτος ὁ παιδαγωγὸς νουθετῶν, ὡς κἀν τῷ εὐαγγελίῳ λέγων »ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε«. αὖθίς τε ἡ γραφὴ νουθετεῖ, »καὶ ἐμοίχευον« λέγουσα »τὸ ξύλον καὶ τὸν λίθον, καὶ ἐθυμίασαν τῇ [1.76.2] Βάαλ«. μέγιστον γὰρ τεκμήριον τῆς φιλανθρωπίας αὐτοῦ, ὅτι καίτοι σαφῶς εἰδὼς τὴν ἀναισχυντίαν τοῦ ἐκλακτίσαντος λαοῦ καὶ ἀποσκιρτήσαντος, ὅμως ἐπὶ τὴν μετάνοιαν παρακαλεῖ καί φησιν διὰ τοῦ Ἰεζεκιήλ· »υἱὲ ἀνθρώπου, ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, πλὴν λάλησον αὐτοῖς, ἐὰν ἄρα ἀκούσωσιν.« [1.76.3] ἀλλὰ καὶ τῷ Μωυσεῖ »πορεύου« φησὶν »καὶ εἰπὲ τῷ Φαραώ, ἵνα ἐξαποστείλῃ τὸν λαόν, ἐγὼ δὲ οἶδα ὅτι οὐ μὴ ἐξαποστείλῃ αὐτούς«. ἐμφαίνει γὰρ ἄμφω, καὶ τὸ θεῖον προειδὼς τὸ ἐσόμενον, καὶ τὸ φιλάνθρωπον τὸ αὑτοῦ τῷ αὐτεξουσίῳ τῆς ψυχῆς ἀφορμὰς μετανοίας χαριζόμενος. [1.76.4] νουθετεῖ δὲ καὶ διὰ Ἡσαΐου κηδόμενος τοῦ λαοῦ, ὁπηνίκα λέγει· »ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἐστὶν ἀπ᾿ ἐμοῦ« (τοῦτό ἐστι ψόγος ἐλεγκτικός)· »μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.« ἐνταῦθα ἡ κηδεμονία φανερώσασα τὴν ἁμαρτίαν ἐκ παραλλήλου δείκνυσι τὴν σωτηρίαν.

Ἐπιτίμησις δέ ἐστι ψόγος ἐπ᾿ αἰσχροῖς οἰκειῶν πρὸς τὰ καλά. [1.77] τοῦτο ἐνδείκνυται διὰ Ἱερεμίου· »ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;« παραπλέκει δὲ πανταχοῦ τὸν φόβον, ὅτι »φόβος κυρίου ἀρχὴ αἰσθήσεως«. [1.77.2] καὶ πάλιν διὰ Ὠσηὲ »οὐκ ἐπισκέψομαι« φησίν »αὐτούς· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο πόρνῃ«. δείκνυσιν αὐτῶν φανερώτερον τὸ ἁμάρτημα, συνιέναι αὐτοὺς ὁμολογῶν, ὡς ἑκόντας ἁμαρτάνοντας. καὶ ἡ σύνεσις ὄψις ἐστὶ ψυχῆς. διὸ καὶ ὁ Ἰσραὴλ ὁ ὁρῶν τὸν θεόν, τουτέστιν ὁ συνίων τὸν θεόν.

[1.77.3] Μέμψις δέ ἐστι ψόγος ὡς ὀλιγωρούντων ἢ ἀμελούντων. κέχρηται τῷ τρόπῳ τούτῳ τῆς παιδαγωγίας διὰ Ἡσαΐου λέγων· »ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω.« [1.77.4] πῶς γὰρ οὐ δεινόν, εἰ ὁ εἰδὼς τὸν θεὸν οὐ γνώσεται τὸν κύριον, ἀλλ᾿ ὁ μὲν βοῦς καὶ ὁ ὄνος, τὰ νωθῆ ζῷα καὶ τὰ μωρά, εἴσεται τὸν τρέφοντα, ὁ δὲ Ἰσραὴλ ἀλογώτερος καὶ τούτων εὑρεθήσεται; καὶ διὰ Ἱερεμίου πολλὰ καταμεμψάμενος τὸν λαὸν ἐπιφέρει· »καὶ ἐμὲ ἐγκατέλιπον, λέγει κύριος.«

[1.78] Ἐπίπληξις δέ ἐστιν ἐπιτίμησις ἐπιπληκτικὴ ἢ ψόγος πληκτικός, κέχρηται δὲ καὶ ταύτῃ τῇ θεραπείᾳ ὁ παιδαγωγὸς διὰ Ἡσαΐου λέγων· »οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει κύριος· ἐποιήσατε βουλὴν οὐ δι᾿ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου.« στύμματι δὲ αὐστηροτάτῳ παρ᾿ ἕκαστα προσχρῆται τῷ φόβῳ, ἀναστομῶν ἅμα καὶ ἐπιστρέφων δι᾿ αὐτοῦ πρὸς σωτηρίαν τὸν λαόν, καθάπερ καὶ τὰ βαπτόμενα τῶν ἐρίων προστύφεσθαι φιλεῖ εἰς βεβαίαν εὐτρεπιζόμενα τῆς βαφῆς παραδοχήν.

[1.78.2] Ἔλεγχος δέ ἐστιν προφορὰ ἁμαρτίας εἰς τὸ μέσον φέρουσα. τούτῳ μάλιστα συγχρῆται ὡς ἀναγκαίῳ τῷ τρόπῳ τῆς παιδαγωγίας διὰ τὸ ἔκλυτον τῆς τῶν πολλῶν πίστεως. λέγει μὲν γὰρ διὰ Ἡσαΐου· »ἐγκατελίπετε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ.« λέγει δὲ καὶ διὰ Ἱερεμίου· »ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλείω ἡ γῆ· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν ὕδωρ.« [1.78.3] καὶ πάλιν διὰ τοῦ αὐτοῦ· »ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ· διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἠτίμασαν αὐτήν, ὅτι εἶδον ἀσχημοσύνην αὐτῆς.« [1.78.4] τὸ δὲ αὐστηρὸν τοῦ ἐλέγχου καὶ ἐπιπληκτικὸν διὰ Σολομῶντος παραμυθούμενος λέγει αἰνιττόμενος κατὰ τὸ παρασιωπώμενον τὸ φιλότεκνον τῆς παιδαγωγίας· »υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται«, ὅτι »ἁμαρτωλὸς ἄνθρωπος ἐκκλίνει ἐλεγμόν«. ἀκολούθως τοίνυν »ἐλεγχέτω με δίκαιος« ἡ γραφὴ λέγει »καὶ παιδευσάτω με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου«.

[1.79] Φρένωσις δέ ἐστι ψόγος φρενῶν ἐμποιητικός. οὐδὲ τούτου ἀπέσχηται τοῦ τρόπου τῆς παιδαγωγίας, ἀλλὰ διὰ Ἱερεμίου φησίν· »ἕως τίνος κεκράξομαι καὶ οὐκ εἰσακούσονται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν.« ὢ τῆς μακαρίας ἀνεξικακίας. καὶ πάλιν διὰ τοῦ αὐτοῦ· »ἀπερίτμητα πάντα τὰ ἔθνη, ὁ δὲ λαὸς οὗτος ἀπερίτμητος καρδίᾳ.« »ὅτι λαὸς ἀπειθής ἐστιν, οἱ υἱοί«, φησίν, »οἷς οὐκ ἔστι πίστις«.

[1.79.2] Ἐπισκοπὴ δέ ἐστιν ἐπίπληξις σφοδρά. κέχρηται τῷ εἴδει τούτῳ ἐν εὐαγγελίῳ· »Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν.« καὶ ἡ ἐπαναδίπλωσις τοῦ ὀνόματος ἰσχυρὰν τὴν ἐπίπληξιν πεποίηται. ὁ γὰρ εἰδὼς τὸν θεὸν πῶς τοὺς διακόνους τοῦ θεοῦ διώκει; [1.79.3] διὰ τοῦτο φησίν· »ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, λέγω γὰρ ὑμῖν· ἀπάρτι οὐ μὴ ἴδητέ με, ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.« εἰ γὰρ οὐ δέχεσθε τὴν φιλανθρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν.

[1.80] Λοιδορία δέ ἐστι ψόγος ἐπιτεταμένος. κέχρηται δὲ τῇ λοιδορίᾳ ἐν φαρμάκου μοίρᾳ διὰ Ἡσαΐου λέγων »οὐαὶ ἔθνος ἁμαρτωλόν, υἱοὶ ἄνομοι, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν« κἀν τῷ εὐαγγελίῳ διὰ Ἰωάννου »ὄφεις« φησὶν »γεννήματα ἐχιδνῶν«.

[1.80.2] Ἔγκλησις δέ ἐστι ψόγος ἀδικούντων. τούτῳ τῷ παιδαγωγήματι διὰ Δαβὶδ κέχρηται, »λαός, ὃν οὐκ ἔγνων,« λέγων »ἐδούλευσέν μοι καὶ εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν«, καὶ διὰ Ἱερεμίου· »καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου, καὶ οὐκ ἐφοβήθη ἀσύνθετος Ἰούδα«, αὖθίς τε· »καὶ ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος Ἰούδα ἐψεύσατο τῷ κυρίῳ.«

[1.80.3] Μεμψιμοιρία δέ ἐστι λάθριος ψόγος, τεχνικῇ βοηθείᾳ καὶ αὐτὴ σωτηρίαν οἰκονομουμένη ἐν παρακαλύμματι. κέχρηται δὲ αὐτῇ διὰ Ἱερεμίου· »πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡσεὶ χήρα· ἄρχουσα χωρῶν ἐγενήθη εἰς φόρους· κλαίουσα ἔκλαυσεν ἐν νυκτί.«

[1.81] Διάσυρσις δέ ἐστι ψόγος διασυρτικός. καὶ τούτῳ κέχρηται τῷ βοηθήματι ὁ θεῖος παιδαγωγὸς διὰ Ἱερεμίου λέγων· »ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. καὶ οὐχ ὡς οἶκον ἐκάλεσάς με καὶ πατέρα καὶ ἄρχοντα τῆς παρθενίας σου;« καὶ »πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων«. τεχνικῶς πάνυ τὴν παρθένον τῷ τῆς πορνείας ἐνυβρίσας ὀνόματι, αὖθις ἐπὶ τὴν σεμνότητα ἐντρέπων μετακαλεῖται.

[1.81.2] Κατανεμέσησις δέ ἐστιν ἐπιτίμησις νόμιμος ἢ ἐπιτίμησις τῶν †ὁδῶν παρὰ τὸ προσῆκον ἐπαιρομένων. ταύτῃ διὰ Μωσέως ἐπαιδαγώγει, »τέκνα« λέγων μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. οὐκ αὐτὸς οὗτος ὁ πατὴρ ἐκτήσατό σε;« καὶ διὰ Ἡσαΐου φησίν· »οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες.«

[1.81.3] Καθόλου δὲ ἡ περὶ τὸν φόβον αὐτοῦ τεχνολογία σωτηρίας ἐστὶ πηγή, ἀγαθοῦ δέ γε τὸ σῴζειν· »ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπουδάζοντας εἰς κόλλησιν αὐτῷ·« καὶ ταύτῃ τῇ ἀγωγῇ »ἑξακοσίας χιλιάδας πεζῶν, τοὺς ἐπισυναχθέντας ἐν ᾗ ἔσχον σκληροκαρδίᾳ, μαστιγῶν, ἐλεῶν, τύπτων, ἰώμενος, ἐν οἰκτιρμῷ καὶ παιδείᾳ διεφύλαξεν.« »κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ.« καλὸν μὲν γὰρ τὸ μὴ ἁμαρτεῖν, ἀγαθὸν δὲ καὶ τὸ ἁμαρτόντα μετανοεῖν, ὥσπερ ἄριστον τὸ ὑγιαίνειν ἀεί, καλὸν δὲ καὶ τὸ ἀνασφῆλαι τῆς νόσου. ταύτῃ τοι καὶ διὰ Σολομῶντος παραγγέλλεται· [1.82] »σὺ μὲν ῥάβδῳ πάταξον τὸν υἱόν, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥῦσαι.« καὶ πάλιν· »μὴ ἀπόσχῃ νήπιον παιδεύων. εὔθυναι δὲ αὐτὸν ῥάβδῳ, οὐ γὰρ θανεῖται.«

[1.82.2] Ἔλεγχος γὰρ καὶ ἐπίπληξις, ὥσπερ οὖν καὶ τοὔνομα αἰνίττεται, αὗται πληγαὶ ψυχῆς εἰσι, σωφρονίζουσαι τὰς ἁμαρτίας καὶ θάνατον ἀπείργουσαι, εἰς δὲ τὴν σωφροσύνην ἄγουσαι τοὺς εἰς ἀκολασίαν ὑποφερομένους. [1.82.3] ταύτῃ τοι καὶ Πλάτων τὴν μεγίστην τῆς ἐπανορθώσεως δύναμιν καὶ τὴν κυριωτάτην κάθαρσιν τὸν ἔλεγχον εἰδὼς ἀκολούθως τῷ λόγῳ τὸν τὰ μέγιστα ἀκάθαρτον ὄντα ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι διὰ τὸ ἀνέλεγκτον εἶναι βούλεται, ᾗ καθαρώτατον καὶ κάλλιστον ἔπρεπεν τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι. [1.82.4] εἰ γὰρ »οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῷ ἀγαθῷ ἔργῳ«, πῶς ὁ φύσει ἀγαθὸς θεὸς φόβος ἔσται τῷ μὴ ἁμαρτάνοντι; »ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ«, [1.83] ᾗ φησιν ὁ ἀπόστολος. διὰ τοῦτό τοι καὶ αὐτὸς ὁ ἀπόστολος ἐπιστύφει παρ᾿ ἕκαστα τὰς ἐκκλησίας κατ᾿ εἰκόνα κυρίου καὶ συναισθόμενος τῆς ἑαυτοῦ παρρησίας καὶ τῆς τῶν ἀκουόντων ἀσθενείας πρὸς τοὺς Γαλάτας λέγει· [1.83.2] »ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;« ὡς δὲ οἱ ὑγιαίνοντες οὐ χρῄζουσιν ἰατροῦ, παρ᾿ ὅσον ἔρρωνται, οἱ δὲ νοσοῦντες ἐπιδέονται τῆς τέχνης, οὕτως καὶ ἡμεῖς οἱ ἐν τῷ βίῳ νοσοῦντες περί τε τὰς ἐπιθυμίας τὰς ἐπονειδίστους περί τε τὰς ἀκρασίας τὰς ἐπιψόγους καὶ περὶ τὰς ἄλλας τῶν παθῶν φλεγμονὰς τοῦ σωτῆρος ἐπιδεόμεθα· ὃ δὲ οὐ μόνον τὰ ἤπια ἐπιπάσσει φάρμακα, ἀλλὰ καὶ τὰ στυπτικά. ἱστᾶσιν γοῦν τῶν ἁμαρτιῶν τὰς νομὰς αἱ πικραὶ τοῦ φόβου ῥίζαι· [1.83.3] διὸ καὶ σωτήριος, εἰ καὶ πικρός, ὁ φόβος. εἰκότως ἄρα σωτῆρος μὲν οἱ νοσοῦντες δεόμεθα, οἱ πεπλανημένοι δὲ τοῦ καθηγησομένου καὶ οἱ τυφλοὶ τοῦ φωταγωγήσοντος καὶ οἱ διψῶντες τῆς πηγῆς τῆς ζωτικῆς, ἀφ᾿ ἧς οἱ μεταλαβόντες οὐκέτι διψήσουσιν, καὶ οἱ νεκροὶ δὲ τῆς ζωῆς ἐνδεεῖς καὶ τοῦ ποιμένος τὰ πρόβατα καὶ οἱ παῖδες τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ πᾶσα ἡ ἀνθρωπότης Ἰησοῦ, ἵνα μὴ ἀνάγωγοι καὶ ἁμαρτωλοὶ εἰς τέλος τῆς καταδίκης ἐκπέσωμεν, διακριθῶμεν δὲ τῶν ἀχυρμιῶν καὶ εἰς τὴν πατρῴαν ἀποθήκην σωρευθῶμεν· τὸ γὰρ πτύον ἐν τῇ χειρὶ τοῦ κυρίου, ᾧ ἀποκρίνεται τοῦ πυροῦ τὸ ἄχυρον [1.84] τὸ ὀφειλόμενον τῷ πυρί. ἐξὸν δέ, εἰ βούλεσθε, τοῦ παναγίου ποιμένος καὶ παιδαγωγοῦ, τοῦ παντοκράτορος καὶ πατρικοῦ λόγου, τὴν ἄκραν σοφίαν καταμανθάνειν ἡμῖν, ἔνθα ἀλληγορεῖ, ποιμένα ἑαυτὸν προβάτων λέγων· [1.84.2] ἔστι δὲ παιδαγωγὸς νηπίων. φησὶν γοῦν διὰ Ἰεζεκιὴλ πρὸς τοὺς πρεσβυτέρους ἀποταθεὶς καί τινα αὐτοῖς σωτήριον παρατιθέμενος εὐλόγου φροντίδος ὑπογραμμόν· »καὶ τὸ χωλὸν καταδήσω καὶ τὸ ὀχλούμενον ἰάσομαι καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ βοσκήσω αὐτοὺς ἐγὼ εἰς τὸ ὄρος τὸ ἅγιόν μου.« ταῦτ᾿ ἐστὶν ἀγαθοῦ ποιμένος ἐπαγγέλματα· βόσκησον ἡμᾶς τοὺς νηπίους ὡς πρόβατα. ναί, δέσποτα, τῆς σῆς πλήρωσον νομῆς, τῆς δικαιοσύνης· [1.84.3] ναί, παιδαγωγέ, ποίμανον ἡμᾶς εἰς τὸ ἅγιόν σου ὄρος, πρὸς τὴν ἐκκλησίαν, τὴν ὑψωμένην, τὴν ὑπερνεφῆ, τὴν ἁπτομένην οὐρανῶν. »καὶ ἔσομαι«, φησίν, »αὐτῶν ποιμὴν καὶ ἔσομαι ἐγγὺς αὐτῶν« ὡς ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν· σῶσαι βούλεταί μου τὴν σάρκα, περιβαλὼν τὸν χιτῶνα τῆς ἀφθαρσίας, καὶ τὸν χρῶτά μου κέχρικεν. [1.84.4] »καλέσουσί με«, φησί, »καὶ ἐρῶ· ἰδοὺ πάρειμι.« θᾶττον ὑπήκουσας ἢ προσεδόκησα, δέσποτα· »καὶ ἐὰν διαβαίνωσιν, οὐκ ὀλισθήσουσι, λέγει κύριος.« οὐ γὰρ πεσούμεθα εἰς φθορὰν οἱ διαβαίνοντες εἰς ἀφθαρσίαν, ὅτι ἀνθέξεται ἡμῶν αὐτός· ἔφη γὰρ αὐτὸς καὶ ἠθέλησεν αὐτός.

[1.85] Τοιοῦτος ἡμῶν ὁ παιδαγωγός, ἀγαθὸς ἐνδίκως. »οὐκ ἦλθον«, φησί, »διακονηθῆναι, ἀλλὰ διακονῆσαι.« διὰ τοῦτο εἰσάγεται ἐν τῷ εὐαγγελίῳ κεκμηκώς, ὁ κάμνων ὑπὲρ ἡμῶν καὶ »δοῦναι τὴν ψυχὴν τὴν ἑαυτοῦ λύτρον ἀντὶ πολλῶν« ὑπισχνούμενος. [1.85.2] τοῦτον γὰρ μονον ὁμολογεῖ ἀγαθὸν εἶναι ποιμένα· μεγαλόδωρος οὖν ὁ τὸ μέγιστον ὑπὲρ ἡμῶν, τὴν ψυχὴν αὐτοῦ, ἐπιδιδούς, καὶ μεγαλωφελὴς καὶ φιλάνθρωπος, ὅτι καὶ ἀνθρώπων, ἐξὸν εἶναι κύριος, ἀδελφὸς εἶναι βεβούληται· ὃ δὲ καὶ εἰς τοσοῦτον ἀγαθὸς ὥστε ἡμῶν καὶ ὑπεραποθανεῖν. ἀλλὰ καὶ ἡ δικαιοσύνη κέκραγεν αὐτοῦ· [1.85.3] »ἐὰν ὀρθοὶ πρός με ἥκητε, κἀγὼ ὀρθὸς πρὸς ὑμᾶς· ἐὰν πλάγιοι πορεύησθε, κἀγὼ πλάγιος, λέγει κύριος τῶν δυνάμεων«, τὰς ἐπιπλήξεις τῶν ἁμαρτωλῶν πλαγίας αἰνιττόμενος ὁδούς. [1.85.4] ἡ γὰρ εὐθεῖα καὶ κατὰ φύσιν, ἣν αἰνίττεται τὸ ἰῶτα τοῦ Ἰησοῦ, ἡ ἀγαθωσύνη αὐτοῦ, ἡ πρὸς τοὺς ἐξ ὑπακοῆς πεπιστευκότας ἀμετακίνητός τε καὶ ἀρρεπής. »ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούετε, λέγει κύριος, ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε.« οὕτως ὁ κυριακὸς ἔλεγχος ὠφελιμώτατος. [1.86] περὶ τούτων καὶ διὰ Δαβὶδ λέγει· »γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατεύθυνεν τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς. οὐκ ἐφυλάξαντο τὴν διαθήκην τοῦ θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι.« αὗται αἰτίαι παραπικρασμοῦ, δι᾿ ἃς ὁ κριτὴς ἔρχεται τὴν δίκην ἐποίσων τοῖς τὴν εὐζωΐαν ἑλέσθαι μὴ βεβουλημένοις. [1.86.2] διὰ τοῦτο αὐτοῖς τραχύτερον ἐνθένδε προσενήνεκται, εἴ πως ἀναχαιτίσαι τῆς ἐπὶ τὸν θάνατον ὁρμῆς. λέγει γοῦν διὰ Δαβὶδ σαφεστάτην αἰτίαν τῆς ἀπειλῆς· »οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. ὅταν ἀπέκτεννεν αὐτούς, ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν καὶ ἐμνήσθησαν, ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν.« [1.86.3] οὕτως οἶδεν ἐπιστρέφοντας αὐτοὺς διὰ τὸν φόβον, τῆς δὲ φιλανθρωπίας αὐτοῦ καταπεφρονηκότας. ὀλιγωρεῖται μὲν γὰρ ὡς ἐπίπαν τὸ ἀγαθὸν χρηστευόμενον ἀεί, θεραπεύεται δὲ ὑπομιμνῇσκον τῷ φιλανθρώπῳ τῆς δικαιοσύνης φόβῳ. [1.87] διττὸν δὲ τὸ εἶδος τοῦ φόβου, ὧν τὸ μὲν ἕτερον γίνεται μετὰ αἰδοῦς, ᾧ χρῶνται πολῖται μὲν πρὸς ἡγεμόνας ἀγαθοὺς καὶ ἡμεῖς πρὸς τὸν θεόν, καθάπερ οἱ παῖδες οἱ σώφρονες πρὸς τοὺς πατέρας· »ἵππος γάρ«, φησίν, »ἀδάμαστος ἐκβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής·« τὸ δὲ ἕτερον εἶδος τοῦ φόβου μετὰ μίσους γίνεται, ᾧ δοῦλοι πρὸς δεσπότας κέχρηνται χαλεποὺς καὶ Ἑβραῖοι δεσπότην ποιήσαντες, οὐ πα τέρα, τὸν θεόν. [1.87.2] πολλῷ δέ, οἶμαι, καὶ τῷ παντὶ τὸ ἑκούσιον καὶ κατὰ προαίρεσιν τοῦ κατὰ ἀνάγκην εἰς εὐσέβειαν διαφέρει. »αὐτὸς γάρ«, φησίν, »οἰκτίρμων ἐστίν, ἰάσεται τὰς ἁμαρτίας αὐτῶν καὶ οὐ διαφθερεῖ· καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐκ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.« ὅρα πῶς τὸ δίκαιον ἐπιδείκνυται τοῦ παιδαγωγοῦ τὸ περὶ τὰς ἐπιτιμήσεις καὶ τὸ ἀγαθὸν τοῦ θεοῦ τὸ περὶ τὰς οἰκτειρήσεις. [1.87.3] διὰ τοῦτο ὁ Δαβίδ, τουτέστι τὸ πνεῦμα τὸ δι᾿ αὐτοῦ, ἄμφω περιλαβὼν ἐπὶ τοῦ αὐτοῦ ψάλλει θεοῦ· »δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.« τῆς αὐτῆς εἶναι δυνάμεως ὁμολογεῖ καὶ κρίνειν καὶ εὐεργετεῖν· ἅμα γὰρ ἀμφοῖν ἡ ἐξουσία [ἡ] κρίσις τοῦ [1.88] δικαίου διακρίνουσα τὰ ἐναντία. καὶ ὁ αὐτὸς δίκαιος καὶ ἀγαθός, ὁ ὄντως θεός, ὁ ὢν αὐτὸς τὰ πάντα καὶ τὰ πάντα ὁ αὐτός, ὅτι αὐτὸς θεός, ὁ μόνος θεός. ὡς γὰρ τὸ ἔσοπτρον τῷ αἰσχρῷ οὐ κακόν, ὅτι δεικνύει αὐτὸν οἷός ἐστιν, καὶ ὡς ὁ ἰατρὸς τῷ νοσοῦντι οὐ κακὸς ὁ τὸν πυρετὸν ἀναγγέλλων αὐτοῦ (οὐ γὰρ αἴτιος τοῦ πυρετοῦ ὁ ἰατρός, ἀλλὰ ἔλεγχός ἐστι τοῦ πυρετοῦ), οὕτως οὐδὲ ὁ ἐλέγχων δύσνους τῷ κάμνοντι τὴν ψυχήν· οὐ γὰρ ἐντίθησι τὰ πλημμελήματα, τὰ δὲ προσόντα ἐπιδείκνυσιν ἁμαρτήματα εἰς τὴν τῶν ὁμοίων ἐπιτηδευμάτων ἀποτροπήν. [1.88.2] ὥστε ἀγαθὸς μὲν ὁ θεὸς δι᾿ ἑαυτόν, δίκαιος δὲ ἤδη δι᾿ ἡμᾶς, καὶ τοῦτο ὅτι ἀγαθός. τὸ δίκαιον δὲ ἡμῖν διὰ τοῦ λόγου ἐνδείκνυται τοῦ ἑαυτοῦ ἐκεῖθεν ἄνωθεν, ὅθεν γέγονεν πατήρ. πρὶν γὰρ κτίστην γενέσθαι θεὸς ἦν, ἀγαθὸς ἦν, καὶ διὰ τοῦτο καὶ δημιουργὸς εἶναι καὶ πατὴρ ἠθέλησεν· καὶ ἡ τῆς ἀγάπης ἐκείνης σχέσις δικαιοσύνης γέγονεν ἀρχή, καὶ τὸν ἥλιον ἐπιλάμποντος τὸν αὑτοῦ καὶ τὸν υἱὸν καταπέμποντος τὸν αὑτοῦ· καὶ πρῶτος οὗτος τὴν ἐξ οὐρανῶν ἀγαθὴν κατήγγειλεν δικαιοσύνην, »οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ« λέγων, »οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱός«. [1.88.3] αὕτη ἡ ἀντιταλαντεύουσα γνῶσις ἐπ᾿ ἴσης δικαιοσύνης ἀρχαίας σύμβολον. ἔπειτα δὲ ἐπὶ τοὺς ἀνθρώπους καταβέβηκεν ἡ δικαιοσύνη καὶ γράμματι καὶ σώματι, τῷ λόγῳ καὶ τῷ νόμῳ, εἰς μετάνοιαν τὴν ἀνθρωπότητα βιαζομένη σωτήριον· ἀγαθὴ γὰρ ἦν. ἀλλ᾿ οὐχ ὑπακούεις τῷ θεῷ· σεαυτὸν αἰτιῶ τὸν κριτὴν ἐπισπώμενος.