Pular para o conteúdo

Παιδαγωγός

Clemente de Alexandria · Capítulo 7. Τίς ὁ παιδαγωγός, καὶ περὶ τῆς παιδαγωγίας αὐτοῦ

Capítulo 7. Τίς ὁ παιδαγωγός, καὶ περὶ τῆς παιδαγωγίας αὐτοῦ

[1.53] Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χριστῷ κατηκολουθηκότας ἡμᾶς νηπίους ἀλληγορουμένους, μόνον δὲ εἶναι τέλειον τὸν πατέρα τῶν ὅλων (ἐν αὐτῷ γὰρ ὁ υἱὸς καὶ ἐν τῷ υἱῷ ὁ πατήρ), ὥρα ἡμῖν ἑπομένοις τῇ τάξει καὶ τὸν παιδαγωγὸν ἡμῶν εἰπεῖν ὅστις ἐστί. καλεῖται δὲ Ἰησοῦς. [1.53.2] ἔσθ᾿ ὅτε οὖν ποιμένα ἑαυτὸν καλεῖ καὶ λέγει »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός«, κατὰ μεταφορὰν ἀπὸ τῶν ποιμένων τῶν καθηγουμένων τοῖς προβάτοις ὁ καθηγούμενος τῶν παιδίων παιδαγωγὸς νοούμενος, ὁ τῶν νηπίων κηδεμονικὸς ποιμήν· ἁπλοῖ γὰρ οἱ νήπιοι ὡς πρόβατα ἀλληγορούμενοι· [1.53.3] »καὶ γενήσονται«, φησίν, »οἱ πάντες μία ποίμνη καὶ εἷς ποιμήν.« παιδαγωγὸς οὖν εἰκότως ὁ λόγος ὁ τοὺς παῖδας ἡμᾶς εἰς σωτηρίαν ἄγων. ἐναργέστατα γοῦν ὁ λόγος περὶ ἑαυτοῦ διὰ Ὠσηὲ εἴρηκεν »ἐγὼ δὲ παιδευτὴς ὑμῶν εἰμι«. παιδαγωγία δὲ ἡ θεοσέβεια, μάθησις οὖσα θεοῦ θεραπείας καὶ παίδευσις εἰς ἐπίγνωσιν ἀληθείας ἀγωγή τε ὀρθὴ ἀνάγουσα εἰς οὐρανόν.

[1.54] Παιδαγωγία δε καλεῖται πολλαχῶς· καὶ γὰρ ἡ τοῦ ἀγομένου καὶ μανθάνοντος, καὶ ἡ τοῦ ἄγοντος καὶ διδάσκοντος, καὶ αὐτὴ τρίτον ἡ ἀγωγή, καὶ τὰ διδασκόμενα τέταρτον, οἷον αἱ ἐντολαί. ἔστι δὲ ἡ κατὰ τὸν θεὸν παιδαγωγία κατευθυσμὸς ἀληθείας εἰς ἐποπτείαν θεοῦ καὶ πράξεων ἁγίων ὑποτύπωσις ἐν αἰωνίῳ διαμονῇ. [1.54.2] ὥσπερ οὖν κατευθύνει τὴν φάλαγγα ὁ στρατηγὸς τῆς σωτηρίας τῶν μισθοφόρων προμηθούμενος, καὶ ὡς ὁ κυβερνήτης οἰακίζει τὸ σκάφος σῴζειν προαιρούμενος τοὺς ἐμπλέοντας, οὕτως καὶ ὁ παιδαγωγὸς ἄγει τοὺς παῖδας ἐπὶ τὴν σωτήριον δίαιταν τῆς ἡμῶν αὐτῶν ἕνεκεν κηδεμονίας· καὶ καθόλου ὁπόσα ἂν παρὰ τοῦ θεοῦ εὐλόγως αἰτήσαιμεν ἡμῖν γενέσθαι, ταῦτα πειθομένοις τῷ παιδαγωγῷ περιέσται. [1.54.3] ὅνπερ οὖν τρόπον ὁ κυβερνήτης οὐκ αἰεὶ τοῖς ἀνέμοις ὑπείκει, ἀντίπρῳρος δὲ ἔσθ᾿ ὅτε ὅλαις ἀνθίσταται καταιγίσιν, οὕτως ὁ παιδαγωγὸς οὐχὶ τοῖς ἐν τῷ κόσμῳ τῷδε καταπνέουσιν ἀνέμοις ὑπείκει ποτὲ οὐδὲ ἐπιτρέπει αὐτοῖς τὸ παιδίον, ὥσπερ σκάφος, εἰς θηριώδη καὶ ἀσελγῆ προσρῆξαι δίαιταν, μόνῳ δὲ ἄρα τῷ ἀληθείας πνεύματι ἔπουρος ἀρθεὶς ἀντέχεται μάλα ἐρρωμένως τῶν οἰάκων τοῦ παιδός, τῶν ὤτων λέγω, ἕως ἂν ἀβλαβὲς καθορμίσῃ τὸ παιδίον εἰς τὸν λιμένα τῶν οὐρανῶν· τὸ μὲν γὰρ πάτριον καλούμενον παρ᾿ ἀνθρώποις ἔθος ὅσον οὐδέπω [1.55] παρέρχεται, ἡ δὲ ἀγωγὴ ἡ θεία κτῆμά ἐστιν εἰς ἀεὶ παραμένον. Ἀχιλλέως μὲν οὖν παιδαγωγὸν τὸν Φοίνικά φασι γεγονέναι καὶ τῶν Κροίσου παίδων Ἄδραστον, Ἀλεξάνδρου δὲ Λεωνίδην καὶ Φιλίππου Ναυσίθοον. ἀλλ᾿ ὃ μὲν γυναικομανής, ὁ Φοῖνιξ, ἦν, ὃ δὲ φυγάς, ὁ Ἄδραστος, ἦν, Λεωνίδης δὲ οὐ περιεῖλεν τὸν τῦφον τοῦ Μακεδόνος οὐδὲ Ναυσίθοος μεθύοντα τὸν ἐκ Πέλλης ἰάσατο· Ἀλκιβιάδου δὲ τὴν πορνείαν ὁ Θρᾷξ ἐπισχεῖν οὐκ ἴσχυσεν Ζώπυρος, ἀλλ᾿ ὠνητὸν ἀνδράποδον ὁ Ζώπυρος ἦν, καὶ τῶν Θεμιστοκλέους παίδων ὁ παιδαγωγὸς Σίκιννος οἰκέτης ῥᾴθυμος ἦν· ὀρχεῖσθαί φασιν αὐτὸν καὶ σικιννίζειν εὑρηκέναι. [1.55.2] οὐκ ἔλαθον ἡμᾶς οἱ παρὰ Πέρσαις βασίλειοι καλούμενοι παιδαγωγοί, οὓς τέτταρας τὸν ἀριθμὸν ἀριστίνδην ἐκλέγοντες ἐκ πάντων Περσῶν οἱ βασιλεῖς Περσῶν τοῖς σφῶν αὐτῶν ἐφίστων παισίν· ἀλλὰ τοξεύειν μόνον οἱ παῖδες αὐτοῖς μανθάνουσιν, ἡβήσαντες δὲ ἀδελφαῖς καὶ μητράσιν καὶ γυναιξὶν γαμεταῖς τε ἅμα καὶ παλλακίσιν ἀναρίθμοις ἐπιμίσγονται, καθάπερ οἱ κάπροι εἰς συνουσίαν ἠσκημένοι. ὁ δὲ ἡμέτερος παιδαγωγὸς ἅγιος θεὸς Ἰησοῦς, ὁ πάσης τῆς ἀνθρωπότητος καθηγεμὼν [1.56] λόγος, αὐτὸς ὁ φιλάνθρωπος θεός ἐστι παιδαγωγός. λέγει δέ που διὰ τῆς ᾠδῆς τὸ πνεῦμα τὸ ἅγιον εἰς αὐτόν· »αὐτάρκησεν τὸν λαὸν ἐν τῇ ἐρήμῳ, ἐν δίψει καύματος, ἐν ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν ὡς κόρην ὀφθαλμοῦ. ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν. διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ· κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ᾿ αὐτῶν θεὸς ἀλλότριος.« σαφῶς, οἶμαι, τὸν παιδαγωγὸν ἐνδείκνυται ἡ γραφὴ τὴν ἀγωγὴν αὐτοῦ διηγουμένη. [1.56.2] πάλιν δὲ ὅταν λέγῃ διὰ τοῦ ἰδίου προσώπου, ἑαυτὸν ὁμολογεῖ παιδαγωγόν· »ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου.« τίς οὖν ἔχει ἐξουσίαν τοῦ ἄγειν εἴσω τε καὶ ἔξω; οὐχὶ ὁ παιδαγωγός; οὗτος »ὤφθη τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· [1.56.3] ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐνώπιόν μου.« τοῦτον δὲ παιδαγωγικώτατα ὑποκατασκευάζει παῖδα πιστόν, »καὶ γίνου« φήσας »ἄμεμπτος· καὶ θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ τοῦ σπέρματός σου«. φιλίας ἐνταῦθα ἐπιστατικῆς ἐστι κοινωνία. τοῦ δὲ Ἰακὼβ ἐναργέστατα παιδαγωγὸς εἶναι φαίνεται. λέγει γοῦν αὐτῷ· [1.56.4] »ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλείπω ἕως τοῦ ποιῆσαί με ὅσα ἐλάλησά σοι.« τούτῳ δὲ καὶ συμπαλαίειν λέγεται. »ὑπελείφθη δέ«, φησίν, »Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν μετ᾿ αὐτοῦ ἄνθρωπος«, ὁ παιδαγωγός, »μέχρι πρωί.« [1.57] οὗτος ἦν ὁ ἄνθρωπος ὁ ἄγων καὶ φέρων, ὁ συγγυμναζόμενος καὶ ἀλείφων κατὰ τοῦ πονηροῦ τὸν ἀσκητὴν Ἰακώβ. ὅτι δὲ ὁ λόγος ἦν ὁ ἀλείπτης ἅμα τῷ Ἰακὼβ καὶ παιδαγωγὸς τῆς ἀνθρωπότητος, »ἠρώτησεν«, φησίν, »αὐτὸν καὶ εἶπεν αὐτῷ· ἀνάγγειλόν μοι τί τὸ ὄνομά σου. καὶ εἶπεν· ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου;« ἐτήρει γὰρ τὸ ὄνομα τὸ καινὸν τῷ νέῳ λαῷ τῷ νηπίῳ· [1.57.2] ἔτι δὲ ἀνωνόμαστος ἦν ὁ θεὸς ὁ κύριος, μηδέπω γεγενημένος ἄνθρωπος. πλὴν ἀλλὰ »ὁ Ἰακὼβ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γάρ«, φησί, »θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.« πρόσωπον δὲ τοῦ θεοῦ ὁ λόγος, ᾧ φωτίζεται ὁ θεὸς καὶ γνωρίζεται. τότε καὶ Ἰσραὴλ ἐπωνόμασται, ὅτε εἶδεν τὸν θεὸν τὸν κύριον. [1.57.3] οὗτός ἐστιν ὁ θεός, ὁ λόγος, ὁ παιδαγωγός, ὁ φήσας αὐτῷ πάλιν ὕστερον »μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον«. ὅρα πῶς μὲν ἕπεται τῷ δικαίῳ ὁ παιδαγωγός, ὅπως δὲ καὶ ἀλείφει τὸν ἀσκητήν, πτερνίζειν διδάσκων τὸν ἀνταγωνιστήν. [1.57.4] αὐτὸς γοῦν οὗτος καὶ τὸν Μωσέα διδάσκει παιδαγωγεῖν· λέγει γὰρ ὁ κύριος· »εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου, ἐξαλείφω αὐτὸν ἐκ τῆς βίβλου μου. νυνὶ δὲ βάδιζε καὶ ὁδήγησον τὸν [1.58] λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι.« ἐνταῦθα διδάσκαλός ἐστι παιδαγωγίας· καὶ γὰρ ἦν ὡς ἀληθῶς διὰ μὲν Μωσέως παιδαγωγὸς ὁ κύριος τοῦ λαοῦ τοῦ παλαιοῦ, δι᾿ αὐτοῦ δὲ τοῦ νέου καθηγεμὼν λαοῦ, πρόσωπον πρὸς πρόσωπον. »ἰδού«, γάρ φησι τῷ Μωσεῖ, »ὁ ἄγγελός μου προπορεύεταί σου«, τὴν εὐαγγέλιον καὶ ἡγεμόνιον ἐπιστήσας τοῦ λόγου δύναμιν· [1.58.2] τὸ δὲ ἀξίωμα τὸ κυριακὸν φυλάττων »ᾗ δ᾿ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι,« φησίν, »ἐπάξω ἐπ᾿ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν«, τουτέστιν, ᾗ δ᾿ ἂν ἡμέρᾳ κριτὴς καθεσθῶ, ἀποδώσω τῶν ἁμαρτιῶν αὐτῶν τὰ ἀντάξια· ὁ γὰρ αὐτὸς παιδαγωγὸς καὶ κριτὴς τοὺς παρακούσαντας αὐτοῦ δικάζει, τὸ δὲ ἁμάρτημα αὐτῶν οὐ παρασιωπᾷ ὁ φιλάνθρωπος λόγος, ἐλέγχει δέ, ἵνα μετανοήσωσιν· »θέλει γὰρ ὁ κύριος τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον.« [1.58.3] ἡμεῖς δὲ τὰς ἄλλων ἁμαρτίας ὡς νήπιοι δι᾿ ἀκοῆς παραδεξάμενοι φόβῳ τῆς ἀπειλῆς τοῦ μὴ τὰ ὅμοια παθεῖν ἀποσχώμεθα τῶν ἴσων πλημμελημάτων. τί οὖν ἦν ὃ ἥμαρτον; »ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ⟨ἐν⟩ τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον· ἐπικατάρατος ὁ θυμὸς αὐτῶν.«

Τίς ἂν οὖν τούτου μᾶλλον ἡμᾶς φιλανθρωπότερον παιδεύσαι; [1.59] τὸ μὲν οὖν πρότερον τῷ πρεσβυτέρῳ λαῷ πρεσβυτέρα διαθήκη ἦν καὶ νόμος ἐπαιδαγώγει τὸν λαὸν μετὰ φόβου καὶ λόγος ἄγγελος ἦν, καινῷ. δὲ καὶ νέῳ λαῷ καινὴ καὶ νέα διαθήκη δεδώρηται καὶ ὁ λόγος ⟨σὰρξ⟩ γεγένηται καὶ ὁ φόβος εἰς ἀγάπην μετατέτραπται καὶ ὁ μυστικὸς ἐκεῖνος ἄγγελος Ἰησοῦς τίκτεται. [1.59.2] ὁ γὰρ αὐτὸς οὗτος παιδαγωγὸς τότε μὲν »φοβηθήσῃ κύριον τὸν θεὸν« ἔλεγεν, ἡμῖν δὲ» ἀγαπήσεις κύριον τὸν θεόν σου« παρῄνεσεν. διὰ τοῦτο καὶ ἐντέλλεται ἡμῖν »παύσασθε ἀπὸ τῶν ἔργων ὑμῶν«, τῶν παλαιῶν ἁμαρτιῶν, »μάθετε καλὸν ποιεῖν· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ἠγάπησας δικαιοσύνην, ἐμίσησας ἀνομίαν.« αὕτη μου ἡ νέα διαθήκη παλαιῷ κεχαραγμένη γράμματι. οὐκ ἄρα ἡ νεότης τοῦ λόγου ὀνειδιστέα. [1.59.3] ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ὁ κύριος λέγει· »μὴ λέγε ὅτι νεώτερός εἰμι· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.« ταῦτα δύναται πρὸς ἡμᾶς ἡ προφητεία αἰνίττεσθαι τοὺς πρὸ καταβολῆς κόσμου εἰς πίστιν ἐγνωσμένους θεῷ, νυνὶ δὲ νηπίους διὰ τὴν ἔναγχος πεπληρωμένην βούλησιν τοῦ θεοῦ, καθὸ εἰς κλῆσιν καὶ σωτηρίαν νεογνοὶ [1.60] γεγόναμεν. διὸ καὶ ἐπιφέρει »προφήτην εἰς ἔθνη τέθεικά σε«, προφητεῦσαι λέγων αὐτὸν δεῖν μηδὲ ὄνειδος εἶναι δοκεῖν τοῦ νεωτέρου τὴν προσηγορίαν τοῖς νηπίοις καλουμένοις. ὁ δὲ νόμος χάρις ἐστὶν παλαιὰ διὰ Μωσέως ὑπὸ τοῦ λόγου δοθεῖσα. διὸ καὶ φησιν ἡ γραφή· »ὁ νόμος διὰ Μωσέως ἐδόθη« (οὐχὶ ὑπὸ Μωσέως, ἀλλὰ ὑπὸ μὲν τοῦ λόγου, διὰ Μωσέως δὲ τοῦ θεράποντος αὐτοῦ· διὸ καὶ πρόσκαιρος ἐγένετο), »ἡ δὲ ἀίδιος χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.« ὁρᾶτε τὰς λέξεις τῆς γραφῆς· [1.60.2] ἐπὶ μὲν τοῦ νόμου »ἐδόθη« φησὶ. μόνον, »ἡ δὲ ἀλήθεια«, χάρις οὖσα τοῦ πατρός, ἔργον ἐστὶ τοῦ λόγου αἰώνιον καὶ οὐκέτι δίδοσθαι λέγεται, ἀλλὰ »διὰ Ἰησοῦ γίνεσθαι, οὗ χωρὶς ἐγένετο οὐδὲ ἕν«. αὐτίκα γοῦν ὁ Μωσῆς, τῷ τελείῳ προφητικῶς παραχωρῶν παιδαγωγῷ τῷ λόγῳ, καὶ τὸ ὄνομα καὶ τὴν παιδαγωγίαν προθεσπίζει καὶ τῷ λαῷ παρατίθεται τὸν παιδαγωγόν, ἐντολὰς ὑπακοῆς ἐγχειρίσας· [1.60.3] »προφήτην ὑμῖν ἀναστήσει«, φησίν, »ὁ θεὸς ὡς ἐμὲ ἐκ τῶν ἀδελφῶν ὑμῶν«, τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ, αἰνιττόμενος τὸν Ἰησοῦν τὸν τοῦ θεοῦ υἱόν· σκιαγραφία γὰρ ἦν τοῦ κυρίου τὸ ὄνομα τὸ Ἰησοῦ προκηρυσσόμενον ἐν νόμῳ. ἐπιφέρει γοῦν, τὸ λυσιτελὲς τῷ λαῷ συμβουλεύων, »αὐτοῦ ἀκούσεσθε« λέγων, »καὶ ὁ ἄνθρωπος, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου, τούτῳ ἀπειλεῖ«. [1.61] τοιοῦτον ἡμῖν ὄνομα σωτηρίου προφητεύει παιδαγωγοῦ. διὰ τοῦτο αὐτῷ ῥάβδον περιτίθησιν ἡ προφητεία, ῥάβδον παιδευτικήν, ἀρχικήν, κατεξουσιαστικήν, ἵν᾿ οὓς ὁ λόγος ὁ πειθήνιος οὐκ ἰᾶται, ἀπειλὴ ἰάσεται, οὓς δὲ ἡ ἀπειλὴ οὐκ ἰᾶται, ἡ ῥάβδος ἰάσεται, οὓς δὲ ἡ ῥάβδος οὐκ ἰᾶται, τὸ πῦρ ἐπινέμεται. [1.61.2] »ἐξελεύσεται«, φησί, »ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.« ὅρα καὶ τὴν ἐπιμέλειαν καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν τοῦ παιδαγωγοῦ· »οὐ κατὰ τὴν δόξαν«, φησί, »κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ἁμαρτωλοὺς τῆς γῆς.« καὶ διὰ Δαβίδ· »κύριος παιδεύων ἐπαίδευσέν με καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με·« τὸ γὰρ ὑπὸ κυρίου παιδευθῆναι καὶ παιδαγωγηθῆναι θανάτου ἐστὶν ἀπαλλαγή. [1.61.3] καὶ διὰ τοῦ αὐτοῦ προφήτου φησίν· »ἐν ῥάβδῳ σιδηρᾷ ποιμανεῖς αὐτούς.« ταύτῃ καὶ ὁ ἀπόστολος κινηθεὶς ἐν τῇ πρὸς Κορινθίους »τί θέλετε;« φησίν, »ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;« ἀλλὰ καὶ »ῥάβδον δυνάμεως ἐξαποστελεῖ κύριος ἐκ Σιὼν« δι᾿ ἄλλου προφήτου λέγει. ἡ δὲ παιδαγωγικὴ αὕτη »ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου παρεκάλεσάν με«, εἶπέν τις ἕτερος αὕτη τοῦ παιδαγωγοῦ ἡ δύναμις ἡ σεμνή, ἡ παρακλητική, ἡ σωτήριος.